TLG 3140 001 :: JOEL :: Chronographia compendiaria

JOEL Chronogr.
(fort. Constantinopolitanus: A.D. 13)

Chronographia compendiaria

Source: Bekker, I. (ed.), Ioelis chronographia compendiaria [Corpus scriptorum historiae Byzantinae] Bonn: Weber, 1836: 3–66.

Citation: Page — (line)

3

(t1)

ΙΩΗΛΟΥ
t2ΧΡΟΝΟΓΡΑΦΙΑ ΕΝ ΣΥΝΟΨΕΙ.
1Ἰστέον ὅτι ὁ μὲν Ἀδὰμ ἐπέθηκεν ὀνόματα τοῖς παισὶν αὐτοῦ καὶ πᾶσι τοῖς ζῴοις χερσαίοις τε καὶ θαλαττίοις, τὸ δὲ αὐτοῦ ὄνομα καὶ τῆς γυναικὸς αὐτοῦ ἄγγελος κυρίου εἶπεν αὐτοῖς. καὶ ὁ μὲν Κάϊν ἔλαβε γυναῖκα τὴν πρώτην αὐτοῦ ἀδελφὴν Ἀζούραν, ὁ δὲ
5Σὴθ τὴν δευτέραν Ἀσουάμ, ὁ δὲ Ἄβελ παρθένος καὶ δίκαιος ὑπῆρχεν. ὁ δὲ Κάϊν τῆς οἰκίας αὐτῷ πεσούσης ἀπέθανεν. ὁ δὲ Σὴθ πρῶτος ἐξεῦρε γράμματα Ἑβραϊκὰ καὶ σοφίαν καὶ τὰ σημεῖα τοῦ οὐρανοῦ καὶ τὰς τροπὰς τῶν ἐνιαυτῶν καὶ τοὺς μῆνας καὶ τὰς ἑβδομάδας, καὶ τοῖς ἄστροις ἐπέθηκεν ὀνόματα καὶ τοῖς πέντε
10πλανήταις εἰς τὸ γνωρίζεσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ μόνων. καὶ τὸν μὲν πρῶτον πλανήτην ἐκάλεσε Κρόνον, τὸν δὲ δεύτερον Δία, τὸν τρίτον Ἄρεα, τὸν τέταρτον Ἀφροδίτην καὶ τὸν πέμπτον Ἑρ‐
μῆν. μετὰ δὲ τὸν κατακλυσμὸν Καϊνᾶν ὁ υἱὸς Ἀρφαξὰδ συνε‐3

4

γράψατο τὴν ἀστρονομίαν, εὑρηκὼς τὴν τοῦ Σὴθ καὶ τῶν αὐτοῦ τέκνων ὀνομασίαν καὶ τῶν ἀστέρων ἐν πλακὶ λιθίνῃ γεγλυμμένην. οἱ γὰρ τοῦ Σὴθ ἔκγονοι προμυηθέντες ἄνωθεν τὴν μέλλουσαν γε‐ νέσθαι φθορὰν τῶν ἀνθρώπων ἐποίησαν δύο στήλας, μίαν μὲν
5λιθίνην ἑτέραν δὲ πλινθίνην, λογισάμενοι ὅτι, εἰ μὲν δι’ ὕδατος ὁ κατακλυσμός, ἡ λιθίνη στήλη μενεῖ καὶ τὰ ἐν αὐτῇ γεγλυμμένα, εἰ δὲ διὰ πυρός, ἡ πλινθίνη σωθήσεται. ἀπὸ Μαγουσαίων δὲ ἤτοι Περσῶν ἤρξατο ἀστρολογία καὶ μαγεία, λαβόντων ἀρχὰς ἀπὸ Νεβρὼδ τοῦ τὴν Βαβυλῶνα κτίσαντος.
10 Μετὰ Νῖνον ἐβασίλευσεν Ἀσσυρίων Θύρρας τις τοὔνομα, ἔτη λʹ, ὃν καὶ μετεκάλεσαν Ἄρεα εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος, ᾧ τινὶ Ἄρει πρώτην στήλην ἀνέστησαν οἱ Ἀσσύριοι, καὶ ὡς θεὸν μέχρι τοῦ νῦν προσκυνοῦντες καλοῦσι Περσιστὶ Βάαλ θεός, ὅ ἐστιν Ἄρης πολέμων θεός, οὗ καὶ Δανιὴλ μέμνηται.
15 Ἐν τοῖς χρόνοις τῆς βασιλείας τοῦ Φοίνικος ἦν Ἡρακλῆς φιλόσοφος, ὁ Τύριος, καὶ τῆς κογχύλης ἐφευρετής. μετεωριζό‐ μενος γὰρ ἐπὶ τὸ παράλιον μέρος τῆς Τύρου εἶδε ποιμενικὸν κύνα ἐσθίοντα τὴν λεγομένην κογχύλην, καὶ τοῦ ποιμένος νομίσαντος αἱμάσσειν τὸν κύνα, λαβόντος πόκον ἔριον ἀπὸ τῶν προβάτων
20καὶ ἀπομάξαντος τὸ καταφερόμενον ἐκ τοῦ στόματος τοῦ κυνός, καὶ βαφέντος τοῦ πόκου, προσέσχεν ὁ Ἡρακλῆς μὴ εἶναι αὐτὸ αἷμα ἀλλὰ βάμματος πρόξενον, ὃ καὶ θαυμάσας ὡς μέγα δῶρον
τουτὶ προσήγαγε τῷ βασιλεῖ Φοίνικι, ὃς καὶ μᾶλλον ἐκπλαγεὶς4

5

ἐκέλευσεν ἀπὸ κογχύλης ἔριον βαφῆναι καὶ γενέσθαι αὐτῷ περιβό‐ λαιον, καὶ οὕτω πρῶτον αὐτὸν φορέσαι ἱμάτιον ἐκ πορφύρας. Μετὰ Ναβουχοδονόσορ καὶ Βαλτάσαρ τὸν υἱὸν αὐτοῦ ἐβα‐ σίλευσε Περσῶν Κῦρος ὁ Πέρσης, ἔτη λβʹ, ὃς πόλεμον μέλλων
5συμβαλεῖν πρὸς Κροῖσον τὸν τῶν Λυδῶν βασιλέα καὶ φοβηθεὶς μετεπέμψατο ἀπὸ τῆς Ἰνδικῆς χώρας τὸν προφήτην Δανιήλ, ὃς ἐρωτηθεὶς εἶπε πρὸς Κῦρον “θάρσει, νικᾷς τὸν ἐχθρόν σου. περὶ σοῦ γὰρ εἶπεν ὁ προφήτης Ἠσαΐας. οὕτω λέγει κύριος τῷ Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς. ἐπακούσει ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ
10ἰσχὺν βασιλέως διαρρήξω. αὐτὸς οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει. εἶπε κύριος Σα‐ βαώθ.” ὁ δὲ Κῦρος ἀκούσας ταῦτα εἶπε πρὸς τοὺς πόδας τοῦ Δανιὴλ πεσὼν “ζῇ κύριος ὁ θεός σου. ἐγὼ ἀπολύσω τὸν Ἰσραὴλ ἐκ τῆς γῆς μου, ἵνα λατρεύσωσι τῷ θεῷ αὐτῶν ἐν Ἱερουσαλήμ.”
15παραταξάμενος οὖν τῷ Κροίσῳ, κατὰ κράτος ἡττήσας καὶ χιλιά‐ δας υʹ ἀπολέσας, τοὺς δὲ λοιποὺς αἰχμαλώτους σὺν αὐτῷ λαβών, καὶ τὴν τῶν Λυδῶν βασιλείαν τελείως καταλύσας, τοὺς υἱοὺς Ἰσραὴλ πάντας εὐθέως μετὰ Ζοροβάβελ ἀπέλυσεν ἐν Ἱερου‐ σαλήμ.
20 Μετὰ δὲ Κῦρον ἐβασίλευσε Δαρεῖος ὁ υἱὸς αὐτοῦ, ὁ καὶ Καμβύσης, ἔτη ηʹ. μετὰ δὲ Καμβύσην Ἀρταξέρξης ὁ Μνήμων,
ἔτη κʹ.5

6

Ἰστέον δὲ ὅτι Ῥῶμος ὁ τῆς Ῥώμης βασιλεύσας τὰ λεγόμενα Βρουμάλια ἐπενόησεν δι’ αἰτίας τοιαύτης. φασὶ γὰρ αὐτόν τε καὶ τὸν ἀδελφὸν αὐτοῦ ἐκ πορνείας γεννηθέντας ἐν ἀλσώδει τόπῳ ῥιφῆναι καὶ ὑπὸ ἀγροικικῆς τινὸς γυναικὸς εὑρεθέντας ἀνατρα‐
5φῆναι. ὄνειδος δὲ ἦν Ῥωμαίοις τὸ ἐξ ἀλλοτρίων τρέφεσθαι καὶ ἀλλοτριοφάγους καλεῖσθαι. ὁ οὖν Ῥῶμος τὸ οἰκεῖον ὄνειδος ἐξα‐ λεῖψαι βουλόμενος ἐπενόησε τὰ Βρουμάλια, εἰρηκὼς ἀναγκαῖον εἶναι τὸν βασιλέα τρέφειν τὴν οἰκείαν σύγκλητον ἐν τῷ καιρῷ τοῦ χειμῶνος ὡς ἐντίμους, ὅταν ἠρεμῶσιν ἐκ τοῦ πολέμου, τὴν δὲ
10σύγκλητον πάλιν τρέφειν τὸν στρατόν. ἐκάλεσε δὲ τὸ ὄνομα τοῦ ἀρίστου ἐξ ἐκείνου Βρουμάλιουμ, ὅ ἐστι Ῥωμαϊστὶ ἐξ ἀλλοτρίων τραφῆναι. Μετὰ δὲ Ῥῶμον ὑπὸ ὑπάτων καὶ στρατηγῶν τῆς Ῥώμης διοικουμένης, ὧν εἷς ἦν καὶ Μάλιος, ὁ Φεβρουάριος συγκλητι‐
15κὸς ὢν καὶ τῷ Μαλίῳ φθονήσας παρεσκεύασε τοὺς συγκλητικοὺς τοῦτον τῆς πόλεως ἐκδιῶξαι. τῶν οὖν Γάλλων τῇ εἰκάδι τοῦ Σεξτιλίου μηνὸς νυκτὸς ἐπελθόντων καὶ τὴν πόλιν παραλαβόντων καὶ πολὺν φόνον ἐργασαμένων, οἱ συγκλητικοὶ φυγόντες τὸν Μά‐ λιον πάλιν προσκαλοῦνται, ὃς μετὰ στρατοῦ ἐπελθὼν καὶ τοὺς
20Γάλλους παραλαβὼν πάντας ἀνεῖλε, καὶ κρατήσας αὖθις τῆς Ῥώμης ἐκολόβωσε τὰς ἡμέρας τοῦ Σεξτιλίου μηνὸς ὡς δυστυχοῦς τῇ Ῥώμῃ γενομένου διὰ τὸ τὴν παράληψιν αὐτῆς ἐν αὐτῷ γενέ‐
σθαι. τὸν δὲ Φεβρουάριον τῶν ὑπαρχόντων γυμνώσας καὶ ἀτί‐6

7

μως τῆς πόλεως ἐκβαλὼν ἀνεῖλε, καλέσας τὸν Σεξτίλιον μῆνα Φεβρουάριον ὡς ἄξιον τοῦ ὀνόματος. Μετὰ δὲ τὸν εἰρημένον Ἀρταξέρξην ἐβασίλευσε Χῶος ὁ υἱὸς αὐτοῦ, ὃς καὶ τὴν Αἴγυπτον παρέλαβε καὶ ἀπώλεσε, βασιλεύον‐
5τος αὐτῆς τότε Νεκτεναβώ, ὃς φυγὼν καὶ διὰ φαντασιῶν τινῶν καὶ μαγειῶν Αἰγυπτιακῶν προλέγων τὰ μέλλοντα γνώριμος γίνεται Φιλίππῳ καὶ Ὀλυμπιάδι τῇ γυναικὶ αὐτοῦ, ἐξ ἧς ἔτεκε τὸν Ἀλέ‐ ξανδρον. ὁ δὲ Φίλιππος ἐβασίλευσε τῆς Μακεδονίας ἔτη κʹ, ὃς τὴν Θεσσαλίαν ὑποτάξας τὴν Θεσσαλονίκην πόλιν ἔκτισεν.
10 Μετὰ δὲ Φίλιππον ἐβασίλευσε Μακεδόνων Ἀλέξανδρος, ὅτε καὶ Δαρεῖος ὁ Ἀρσάμου μετὰ Χῶον βασιλεύων κατεκυρίευσε πάντων, ὃν ὁ Ἀλέξανδρος χειρωσάμενος παρέλαβε πᾶσαν τὴν βα‐ σιλείαν αὐτοῦ καὶ πᾶσαν τὴν Περσῶν καὶ Μήδων καὶ Πάρθων καὶ Βαβυλωνίων χώραν καὶ τὰ Ἰνδικὰ πάντα μέρη. ὃς καὶ τὴν
15μεγάλην Ἀλεξάνδρειαν εἰς τὸ ἴδιον ὄνομα κτίσας εἰς Βαβυλῶνα ὑπέστρεψεν, ἐν ᾗ καὶ τελευτᾷ, ἐτῶν ὢν λβʹ, βασιλεύσας ἔτη ιβʹ. Ἰστέον ὅτι δύο Λάμεχ ἡ γραφὴ μνημονεύει, ἑνὸς μὲν τοῦ ἀπὸ Κάϊν, τοῦ καὶ πεφονευκότος ἄνδρα τε καὶ νεανίσκον (τοὺς γὰρ δύο ἀδελφοὺς τοῦ δικαίου Ἐνὼχ ἀνελὼν καὶ τῶν δύο τὰς γυ‐
20ναῖκας ἔλαβε), ἑτέρου δὲ τοῦ πατρὸς Νῶε, τοῦ καὶ μεταγενε‐
στέρου καὶ ἀπὸ Σὴθ καταγομένου.7

8

Ὁ Θάρρα ἐγέννησε τὸν Ἀβραάμ, τὸν Μαχωὲ καὶ τὸν Ἀρὰμ τὸν πατέρα τοῦ Λώτ, ὃς καὶ ἀπέθανε πρὸ τοῦ πατρὸς αὐτοῦ Θάρρα· τοῦ γὰρ Ἀβραὰμ ἐμπρησμὸν ποιήσαντος ὥστε κατακαῦ‐ σαι τὰ εἴδωλα τοῦ πατρὸς αὐτοῦ, εἰσελθὼν Ἀρὰμ ἐξελέσθαι
5αὐτὰ ἀπέθανεν ἐν τῷ οἰκήματι ἐνώπιον τοῦ πατρὸς αὐτοῦ. Ἐκ τοῦ γένους Σίδου υἱοῦ Αἰγύπτου, βασιλέως Αἰγυπτίων, κατήχθη Μελχὶ ὁ πατὴρ τοῦ Σεδέκ, ὃς γενόμενος ἱερεὺς τοῦ θεοῦ καὶ βασιλεὺς τῶν Χαναναίων ἐπεκλήθη Μελχισεδὲκ πατρω‐ νυμικῶς, καὶ κτίσας πόλιν ἐν τῷ ὄρει Σιὼν ἐπωνόμασεν αὐτὴν
10Σαλήμ, ὅ ἐστιν εἰρήνης πόλις, ἐν ᾗ καὶ βασιλεύσας ἔτη ιγʹ ἐτε‐ λεύτησε δίκαιος καὶ παρθένος, ὡς φησὶν Ἰώσηπος. λέγει δὲ καὶ ὁ μέγας Κύριλλος. ἀγενεαλόγητος εἴρηται Μελχισεδὲκ παρὰ τὸ μὴ ὑπάρχειν ἐκ τοῦ σπέρματος Ἀβραὰμ ὅλως, μηδὲ ὑπὸ Μωσέως γενεαλογηθῆναι, εἶναι δὲ Χαναναῖον τὸ γένος καὶ ἐκ τῆς ἐπαρά‐
15του σπορᾶς ὁρμώμενον. ὅθεν οὐδὲ γενεαλογίας ἠξίωται· οὐδὲ γὰρ πρεπωδέστατον ἦν τὸν τῆς ἄκρας δικαιοσύνης ἐπειλημμένον συμπλέκειν τῷ τῆς ἄκρας ἀδικίας γένει. ἡ δὲ Ἱερουσαλὴμ ἐκ προσθήκης τῆς τοῦ ἱεροῦ συλλαβῆς μετὰ τῆς Σαλὴμ κατὰ συνά‐ φειαν ὠνομάσθη φερωνύμως Ἱερουσαλήμ, πῇ μὲν διὰ τὴν ἱερουρ‐
20γίαν τοῦ Μελχισεδέκ, πῇ δὲ διὰ τὴν τοῦ ἱεροῦ ναοῦ κατασκευήν· Ἰεβοὺς γὰρ ἐκαλεῖτο πρώην. Λὼτ ἀνεψιὸς τοῦ Ἀβραὰμ ἐκ τῶν δύο θυγατέρων αὐτοῦ ἐγέννησεν υἱοὺς δύο, Μώαβ καὶ τὸν Ἀμμάν, ἐξ ὧν Μωαβῖται
καὶ Ἀμμανῖται.8

9

Ὁ δὲ Ἀβραὰμ ἐκ μὲν τῆς Αἰγυπτίας αὐτοῦ παιδίσκης Ἄγαρ ἐγέννησε τὸν Ἰσμαήλ, ἐκ δὲ τῆς Σάρρας τὸν Ἰσαάκ. ὁ δὲ Ἰσαὰκ ἐγέννησε τὸν Ἠσαῦ καὶ τὸν Ἰακὼβ ἐκ τῆς Ῥεβέκκας. καὶ ἐκ μὲν τοῦ Ἠσαῦ ἐτέχθη Ἐδὼμ υἱὸς ὁμώνυμος τῷ πατρὶ καὶ Ἀμαλήκ,
5ἐξ ὧν Ἰδουμαῖοι καὶ Ἀμαληκῖται, ἐκ δὲ Ἰακὼβ τοῦ καὶ Ἰσραὴλ Ἰούδας, ἀφ’ οὗ καὶ Ἰουδαῖοι πάντες καὶ οἱ ἐκ τῶν λοιπῶν προση‐ γορεύθησαν, καὶ Ἰσραηλῖται μὲν ἐκ τοῦ πατρὸς Ἰακώβ, Ἰουδαῖοι δὲ ἐκ τοῦ ἐπισημοτέρου ἀδελφοῦ αὐτῶν. ἐκ δὲ τοῦ Ἰσμαὴλ ἄρ‐ χοντες καὶ ἔθνη αὐτῶν ἓξ Ἰσμαηλῖται οἱ νῦν Ἀγαρηνοί τε καὶ Σα‐
10ρακηνοὶ λεγόμενοι. ὁ δέ γε θεῖος Ἀβραὰμ ἐγέννησεν ἐκ τῆς ἐσχά‐ της γυναικὸς αὐτοῦ Χεττούρας υἱοὺς εʹ, ἐξ ὧν ἐστὶ Μαδιάμ, ἀφ’ οὗ Μαδιανῖται, καὶ Ἄφερ, ἐξ οὗ Ἀφρική. Ἰσαὰκ δὲ ἀπέθανε ζήσας τὰ πάντα ἔτη ρπʹ. Ἰακὼβ δὲ ζήσας ἔτη ρνδʹ ἀπέθανε εἰς Αἴγυπτον, ποιήσας ἐκεῖ ἔτη ιζʹ. ὃς ὅτε ὑπῆρχεν ἐτῶν οεʹ, φυγὼν
15Ἠσαῦ τὸν ἀδελφὸν αὐτοῦ κατήντησεν εἰς Χαρρὰν τῆς Μεσοποτα‐ μίας πρὸς Λάβαν τὸν ἀδελφὸν τῆς μητρὸς αὐτοῦ Ῥεβέκκας, οὗ τῶν προβάτων νομεὺς γενόμενος ἔτη κʹ καὶ τὰς δύο θυγατέρας αὐ‐ τοῦ Λείαν τε καὶ Ῥαχὴλ γυναῖκας λαβὼν ἔσχεν υἱοὺς καὶ θυγατέ‐ ρας, μίαν ἀπό τε τῶν ἐλευθέρων ἀπό τε τῶν θεραπαινίδων Βάλας
20καὶ Ζελφάν. μετὰ δὲ τὸν κʹ χρόνον τῆς ἐκ Μεσοποταμίας πρὸς γῆν Χαναὰν ὑποστροφῆς εἶδεν ὅρασιν ἐν Βαιθήλ, καὶ πάντα ἀποδεκατώσας ἅπερ ἐκέκτητο τελευταίους ὑποβάλλει τοὺς παῖδας,
καὶ ἀπὸ τοῦ Βενιαμὶν ἀρξάμενος ἀνάπαλιν καὶ ἐπὶ τὸν Λευῒ ἐλ‐9

10

θὼν τοῦτον προσήγαγε τῷ θεῷ. ὁ γοῦν Ἰσαὰκ καὶ ἡ Ῥεβέκκα μετὰ τὴν τοῦ Ἰακὼβ ἐπάνοδον προσκαλεσάμενοι τόν τε Ἰακὼβ καὶ τὸν Ἠσαῦ, καὶ παρακαλέσαντες αὐτοὺς ἅμα καὶ ἐνορκωσάμενοι εἰρήνην ἄγειν πρὸς ἀλλήλους καὶ τὴν ἀδελφικὴν οἰκειότητα ἀσπά‐
5ζεσθαι, τελευτῶσι, προτέρα μὲν ἡ Ῥεβέκκα, εἶτα καὶ ὁ Ἰσαάκ, τῷ Ἰακὼβ καταλείψαντες τὰ τῆς πρωτοτοκίας γέρα. μετὰ δὲ ταῦτα ὑπὸ Ἀμαλὴκ τοῦ υἱοῦ αὐτοῦ παροξυνθεὶς Ἠσαῦ κατὰ τοῦ Ἰακὼβ καὶ συναγαγὼν ἔθνη ὥρμησε κατ’ αὐτοῦ, ὡς φησὶν Ἰώ‐ σηπος. ὁ δὲ τὰς πύλας ἀποκλείσας τῆς πόλεως εἰς ἣν κατέφυγεν,
10ἐκ τοῦ τείχους παρεκάλει τὸν Ἠσαῦ μνησθῆναι τῶν γονικῶν ἐντο‐ λῶν. τοῦ δὲ μὴ ἀνεχομένου, ἀλλὰ μᾶλλον καὶ ὑβρίζοντος καὶ ἐξολοθρεύειν αὐτὸν ἀπειλοῦντος, ἐντείνας τὸ τόξον ὁ Ἰακὼβ καὶ κατὰ τοῦ δεξιοῦ μαζοῦ πλήξας κατέβαλε τὸν Ἠσαῦ. καὶ οὕτως ἐπληρώθη ἡ τοῦ Ἰσαὰκ πρόρρησις λέγουσα πρὸς Ἠσαῦ “ἐὰν κα‐
15θέλῃς τὸν ζυγὸν τοῦ ἀδελφοῦ σου ἀπὸ τοῦ τραχήλου σου, πλημ‐ μελήσεις πλημμέλειαν θανάτου.” Λευῒ δὲ ἐγέννησε τὸν Καάθ, Καὰθ δὲ ἐγέννησε τὸν Ἀβράμ, Ἀβρὰμ δὲ ἐγέννησε τὸν Ἀαρὼν καὶ τὸν Μωσῆν. ἐν δὲ τῷ πʹ ἔτει τοῦ Μωσέως ἐξῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου, ἐπιφερόμενοι
20καὶ τὰ ὀστᾶ Ἰωσήφ. ἐποίησαν δὲ ἐν τῇ ἐρήμῳ ἔτη μʹ. Μετὰ Μωσέα διεδέξατο τὴν ἀρχὴν Ἰησοῦς τοῦ Ναυῆ, καὶ
ποιήσας ἐν τῇ γῇ τῆς ἐπαγγελίας ἔτη λβʹ ἀπέθανε, ζήσας ἔτη ριʹ.10

11

Μετὰ δὲ Ἰησοῦν διὰ τῶν κριτῶν ἔσωζεν ὁ θεὸς τὸν λαόν, καὶ πρῶτον Ἰούδας ἔκρινε τὸν λαὸν ἔτη ζʹ, χειρωσάμενος καὶ τὸν Ἀδωνιβεζὲκ βασιλέα τῶν ἀλλοφύλων, καὶ ἀκρωτηριάσας αὐτοῦ χεῖρας καὶ πόδας· ὃς καὶ εἶπεν “οἱ βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν
5καὶ τῶν ποδῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου. καθὼς οὖν ἐποίησα, οὕτως καὶ ἀπέλαβον παρὰ θεοῦ.” Μετὰ Ἰούδαν γέγονε κριτὴς Γοθονιὴλ ἔτη νʹ, μετὰ δὲ Γο‐ θονιὴλ Αὐὼδ ἔτη πʹ, μετὰ δὲ Αὐὼδ Σαγαμὰρ ἔτη ζʹ, μετὰ δὲ
10Σαγαμὰρ Βαράκ, μεθ’ οὗ καὶ Δεβόρρα ἡ προφῆτις, ἥτις καὶ τὸν Σίσαρα Ἰαὴλ ἀπέκτεινεν ἐν πασσάλῳ, γυνὴ Χάμερ τοῦ Κε‐ ναίου. ἐφ’ οὗ Προμηθεὺς καὶ Ὀρφεὺς ὁ Θρᾲξ οἱ παρ’ Ἕλλησι σοφώτατοι καὶ Ἀσκληπιὸς ὁ ἰατρὸς καὶ Λυκοῦργος ὁ Σπαρτιάτης καὶ νομοθέτης τῶν Ἑλλήνων ἐγνωρίζοντο.
15 Μετὰ Βαρὰκ Γεδεὼν ἔτη μʹ, ὁ πατάξας τὸν Μαδιὰμ μετὰ τῶν τʹ τῶν λαμψάντων ἐν τῷ πίνειν, καὶ τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμανᾶν τοὺς ἄρχοντας αὐτῶν. Μετὰ δὲ Γεδεὼν Ἀβιμέλεχ ὁ υἱὸς αὐτοῦ ἔτη γʹ, πατάξας καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οʹ ἄνδρας ἐπὶ λίθῳ ἑνί, διὸ καὶ ἀπώ‐
20λετο ὕστερον ὑπὸ γυναικὸς ἀπὸ πύργου διὰ βολῆς λίθου συντρι‐
ψάσης αὐτοῦ τὸ κρανίον. ὃς καὶ εἶπε πρὸς τὸν αἴροντα τὰ σκεύη11

12

αὐτοῦ “σπάσαι τὴν ῥομφαίαν σου καὶ θανάτωσόν με, μή ποτε εἴπωσιν ὅτι γυνὴ αὐτὸν ἀπέκτεινεν.” καὶ οὕτως ἀνεῖλεν αὐτὸν τὸ παιδίον. Μετὰ δὲ Ἀβιμέλεχ ἔκρινε Θολὰ ἔτη κγʹ, μετὰ δὲ Θολὰ
5Ἰεφθάε ἔτη ϛʹ, μετὰ δὲ Ἰεφθάε Ἀβεσὰ ἔτη ζʹ, μετὰ δὲ Ἀβεσὰ Ἐλὼμ ἔτη ιʹ, μετὰ δὲ Ἐλὼμ Σαμψὼν ἔτη κʹ, ἐφ’ οὗ καὶ Ἡρα‐ κλῆς ὁ παρ’ Ἕλλησι διαβόητος ἐγνωρίζετο. Μετὰ δὲ Σαμψὼν ἐγένετο ἀναρχία ἔτη μʹ. Μετὰ δὲ τοὺς κριτὰς ἔκρινε τὸν λαὸν ἀρχιερεὺς Ἠλεὶ ἔτη κʹ,
10καὶ τῇ παροινίᾳ καὶ ἀταξίᾳ τῶν υἱῶν αὐτοῦ Ὀφνεὶ καὶ Φινεὲς τῇ ἐπὶ τῶν θυσιῶν ἐπῆλθεν αὐτοῖς ἡ θεία δίκη· οἱ μὲν γὰρ ἐν τῷ πολέμῳ δεινῶς ἀνῃρέθησαν, ὁ δὲ ἀπὸ τοῦ δίφρου πεσὼν ὀπισθίως καὶ τὸν νῶτον συντριβεὶς ἀπέθανεν ἐτῶν ϙʹ. Μετὰ δὲ Ἠλεὶ Σαμουὴλ ὁ προφήτης καὶ ἱερεὺς ἔτη λʹ. καὶ
15συναθροίζεται ὁ λαὸς πρὸς αὐτὸν εἰς Ἀρμαθαὶμ αἰτούμενος βασι‐ λέα. τῷ δὲ σφόδρα λυπηθέντι εἶπεν ὁ θεός “ἄκουσον τῆς φωνῆς τοῦ λαοῦ, ὅτι οὐ σὲ ἐξουδενώσουσιν ἀλλ’ ἐμέ, τοῦ μὴ βασιλεύειν ἐπ’ αὐτῶν.” καὶ ἔδωκεν αὐτοῖς τὸν Σαοὺλ ἐκ φυλῆς Βενιαμίν, χρίσας αὐτὸν εἰς βασιλέα.
20 Μετὰ οὖν Σαμουὴλ ἐβασίλευσε Σαοὺλ ἔτη μʹ, ὃς τολμήσας πρότερον μὲν θυμιᾶσαι τῷ θεῷ, εἶτα παραβὰς τὴν ἐντολὴν τοῦ
θεοῦ ἐπὶ τοῖς Ἀμαληκίταις, ζωογονήσας Ἀγὰγ τὸν βασιλέα αὐτῶν,12

13

ἤκουσε παρὰ τοῦ προφήτου “ὅτι μεματαίωταί σοι, ὅτι οὐκ ἐφύ‐ λαξας τὴν ἐντολήν μου, ἣν ἐνετείλατό σοι κύριος,” καὶ τὰ ἑξῆς. Μετὰ δὲ Σαοὺλ ἐβασίλευσε Δαβὶδ ἐκ φυλῆς Ἰούδα ἔτη μʹ, ὃς καὶ ἐποίησε τὰ θελήματα τοῦ κυρίου πάντα. πατάξας δὲ καὶ
5τὸν Μελχὼ βασιλέα τῶν Σύρων, καὶ λαβὼν τὸν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν μέγαν, ἔχοντα λίθους τιμίους, ἐφόρεσεν αὐτόν, καὶ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ κόσμος εὐπρεπέστατος, ὅπερ δηλῶν ἔφη “κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βα‐ σιλεύς” καὶ τὰ λοιπὰ τοῦ ψαλμοῦ. πρεσβύτερος οὖν καὶ πλήρης
10ἡμερῶν γενόμενος, καὶ βασιλεύσας τὸν υἱὸν αὐτοῦ Σολομῶντα, εἶπεν αὐτῷ “καὶ νῦν, Σολομόν, γνῶθι τὸν θεὸν τῶν πατέρων σου, καὶ δούλευε αὐτῷ ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ, ὅτι καρδίας πάσας ἐτάζει κύριος καὶ πᾶν ἐνθύμημα γινώσκει. καὶ ἐὰν ζητήσῃς αὐτόν, εὑρεθήσεταί σοι, καὶ ἐὰν καταλείψῃς αὐτόν,
15καταλείψει σε εἰς τέλος.” καὶ ἔδωκεν αὐτῷ τὸ παράδειγμα τοῦ ναοῦ παντὸς ἐν γραφῇ, λέγων “ἴσχυε καὶ ἀνδρίζου, ὅτι κύριος ὁ θεός μου μετὰ σοῦ.” καὶ μετὰ ταῦτα ἐτελεύτησεν ἐν γήρᾳ καλῷ πλούτῳ τε καὶ δόξῃ καὶ εὐσεβείᾳ, ἐτῶν οʹ. ἦν δὲ ἐτῶν λʹ Δαβὶδ ἐν τῷ βασιλεύειν αὐτόν, ἐβασίλευσε δὲ καὶ ἔτη μʹ. ἀλλὰ
20τῆς μὲν βασιλικῆς χρίσεως διὰ Σαμουὴλ ἠξιώθη τὸ πρότερον· τὰς γὰρ τοῦ λαοῦ ἀναγορεύσεις ἡ ἱστορία χρίσεις διαφόρους ὠνό‐ μασεν. τελευτήσας τοίνυν θάπτεται ἐν τῇ πόλει Ἱερουσαλὴμ εἰς
τὸ μέγιστον μνῆμα, ὃ κατεσκεύασεν ὁ σοφώτατος υἱὸς αὐτοῦ Σο‐13

14

λομῶν, ἐν ᾧ καὶ συγκατώρυξε τῷ πατρὶ πολλὰς μυριάδας τα‐ λάντων χρυσίου, ὡς φησὶν Ἰώσηπος. καὶ δῆλον ἐκ τῶν εἰς ὕστε‐ ρον γενομένων· ὁ γὰρ ἀρχιερεὺς Ὑρκανὸς πολιορκουμένης τῆς πόλεως ὑπ’ Ἀντιόχου τοῦ Δημητρίου παιδὸς ἀνοίξας τὸ μνῆμα
5τάλαντα γʹ ἐκεῖθεν ἐξεφόρησεν. τὸ δὲ τάλαντον ἔχει νομίσματα ρκεʹ. μεθ’ ὃν Ἡρώδης γνοὺς ὡς Ὑρκανὸς τοῦτο πεποίηκεν, ἤνοιξε καὶ αὐτὸς τὸν τάφον, καὶ χρήματα μὲν οὐχ εὗρεν, κόσμον δὲ καὶ κειμήλια χρύσεα πάμπολλα ἀνείλετο. πειραθέντος δὲ αὐτοῦ ἐν‐ δοτέρω χωρεῖν, οὗ τὰ σώματα Δαβίδ τε καὶ Σολομῶντος ἐτέθη,
10πῦρ ἐξελθὸν δύο τῶν δορυφόρων αὐτοῦ διέφθειρε. Μετὰ οὖν Δαβὶδ ἐβασίλευσε Σολομῶν ὁ υἱὸς αὐτοῦ ἔτη μʹ, ὃς τὴν πανθαύμαστον καὶ θεόδοτον καὶ ὑπὲρ ἄνθρωπον σοφίαν δεξάμενος ᾠκοδόμησε τήν τε πόλιν καὶ τὸν ναὸν κυρίου ἐν ἔτεσιν ἑπτά, μῆκος πήχεων ξʹ, εὖρος πήχεων κʹ καὶ ὕψος πήχεων ρκʹ·
15δίφορος γὰρ ἦν, ὡς φησὶν Ἰώσηπος. τὸ δὲ ἄριστον τοῦ Σολο‐ μῶντος ἦν καθ’ ἡμέραν κόροι σεμιδάλεως λʹ, κόροι ἀλεύρου κε‐ κοπανισμένου ξʹ, μόσχοι ἐκλεκτοὶ ιʹ, βόες νομάδες κʹ καὶ πρό‐ βατα ρʹ, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν καὶ σιτευτῶν. ὁ δὲ κόρος ἐποίει μόδια λʹ. ὁμοῦ γινόμενα μόδια ͵βψʹ.
20ἀπέθανε δὲ Σολομῶν ἐτῶν ογʹ, καὶ ἐτάφη μετὰ τοῦ πατρὸς αὐτοῦ.
ἐφ’ οὗ ἦν Ὅμηρος καὶ Ἡσίοδος.14

15

Μετὰ δὲ Σολομῶντα ἐβασίλευσε Ῥοβοὰμ ὁ υἱὸς αὐτοῦ ἔτη ιζʹ, ὃς τὸ πονηρὸν ἐποίησεν ἐνώπιον κυρίου ὡς ὁ πατὴρ αὐτοῦ, καὶ ἀπέθανεν ἐν ταῖς ἁμαρτίαις αὐτοῦ. ἐφ’ οὗ Σουσακεὶμ βασι‐ λεὺς Αἰγύπτου τὴν Ἱερουσαλὴμ ἑλὼν ἀφείλετο τὰ ἐν τῷ ναῷ καὶ
5τοῖς βασιλείοις χρήματα καὶ τὰ χρυσᾶ δόρατα καὶ τοὺς χρυσοῦς θυρεούς, ἀνθ’ ὧν ἐγένοντο χαλκοῖ. Μετὰ δὲ Ῥοβοὰμ ἐβασίλευσεν Ἀβίας ὁ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἀπέθανεν βασιλεύσας ἔτη ϛʹ.
10 Μετὰ δὲ Ἀβίαν ἐβασίλευσεν Ἀσὰ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἀπέθανε βασιλεύσας ἔτη ιϛʹ. Μετὰ δὲ Ἀσὰ ἐβασίλευσεν Ἰωσαφὰτ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου, καὶ ἐτελεύτησε βασιλεύσας ἔτη κεʹ. Μετὰ δὲ Ἰωσαφὰτ ἐβασίλευσεν Ἰωρὰμ υἱὸς αὐτοῦ, καὶ
15ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἀπέθανε δυσεντερικός, βασιλεύσας ἔτη ηʹ. Μετὰ δὲ Ἰωρὰμ ἐβασίλευσεν Ὀχοζίας υἱὸς αὐτοῦ ἔτος αʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἀνῃρέθη ὑπὸ Ἰηοῦ. Μετὰ δὲ Ὀχοζίαν ἐβασίλευσε Γοθολία μήτηρ αὐτοῦ ἔτη ϛʹ,
20καὶ ἀπέκτεινε πάντας τοὺς υἱοὺς Ὀχοζίου παρεκτὸς νηπίου ἑνὸς διασωθέντος παραδόξως ὑπὸ γυναικὸς Ἰωδαὲ τοῦ ἱερέως· ὃς καὶ αἰφνιδίως ἀνηγορεύθη βασιλεὺς ὑπὸ Ἰωδαὲ τοῦ ἱερέως, ὑπάρχων
ἐτῶν ζʹ. ἡ δὲ Γοθολία ἀπεκτάνθη ἐν οἴκῳ τοῦ βασιλέως.15

16

Μετὰ οὖν Γοθολίαν ἑπταετὴς βασιλεύσας Ἰωὰς υἱὸς Ὀχο‐ ζίου ἔτη μʹ ἐποίει τὸ εὐθὲς ἐνώπιον κυρίου, εἶτα παρατραπεὶς ἐσφάγη ἐν τῷ οἴκῳ αὐτοῦ. ὃς καὶ ἀπέκτεινε Ζαχαρίαν τὸν προ‐ φήτην, τὸν υἱὸν τοῦ διδασκάλου αὐτοῦ. ἐφ’ οὗ ἡ Σίβυλλα
5ἐγνωρίζετο. Μετὰ δὲ Ἰωὰς ἐβασίλευσεν Ἀμασίας υἱὸς αὐτοῦ ἔτη κθʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου, ἐσφάγη δὲ ἐν τῷ πολέμῳ. Μετὰ δὲ Ἀμασίαν ἐβασίλευσεν Ὀζίας, ὁ καὶ Ἀζαρίας, υἱὸς αὐτοῦ ἔτη νβʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου, καὶ εὐοδού‐
10μενος ἐπήρθη, καὶ δὴ θελήσας θυμιᾶσαι τῷ θεῷ αὐτὸς ἀφ’ ἑαυ‐ τοῦ καὶ θυμιάσας εὐθὺς ἐλεπρώθη, καὶ οὕτως ἐτελεύτησεν. Μετὰ δὲ Ὀζίαν ἐβασίλευσεν Ἰωάθαν υἱὸς αὐτοῦ ἔτη ιϛʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου, καὶ ἐτελεύτησεν. Μετὰ δὲ Ἰωάθαν ἐβασίλευσεν Ἀχὰζ υἱὸς αὐτοῦ ἔτη ιϛʹ, καὶ
15ποιήσας τὸ πονηρὸν ἐνώπιον κυρίου ἀπέθανεν. Μετὰ δὲ Ἀχὰζ ἐβασίλευσεν Ἐζεκίας υἱὸς αὐτοῦ ἔτη κθʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου, καὶ ἐτελεύτησεν. ἐφ’ οὗ ἦν ὁ Μωσαϊκὸς χαλκοῦς ὄφις ἔτι παρὰ Ἰουδαίων σεβόμενος, ὃν ἠφά‐ νισεν Ἐζεκίας, ὥσπερ δὴ καὶ τὰς βίβλους τοῦ Σολομῶντος. ἐφ’
20ὧν χρόνων Ῥῶμος καὶ Ῥέμος ἐβασίλευον ἐν Ῥώμῃ, καὶ Σίβυλλα
ἡ Ἐρυθραία ἐγνωρίζετο. ἐφ’ οὗ καὶ Σεναχηρεὶμ κατὰ Ἱερουσα‐16

17

λὴμ ἀναβάς, διὰ θείου ἀγγέλου ἐν μιᾷ νυκτὶ ρπεʹ χιλιάδας ἀπο‐ βαλών, μετ’ αἰσχύνης ὑπέστρεψεν. Μετὰ δὲ Ἐζεκίαν ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ ἔτη νεʹ, ὁ καὶ τὸν μέγαν Ἠσαΐαν πρίσας καὶ τὴν Ἱερουσαλὴμ ἀθώων αἱ‐
5μάτων πλήσας καὶ τὸ πονηρὸν ἐναντίον κυρίου ποιήσας. ὕστερον δὲ μετὰ τὴν ἅλωσιν καὶ αἰχμαλωσίαν αὐτοῦ μετανοίᾳ διορθωσά‐ μενος ἀπέθανε. Μετὰ δὲ Μανασσῆν ἐβασίλευσεν Ἀμὼς υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἐσφάγη ἐν τῷ οἴκῳ
10αὐτοῦ. Μετὰ δὲ Ἀμὼς ἐβασίλευσεν Ἰωσίας αὐτοῦ ὑπάρχων υἱὸς ἔτη λαʹ, ἐτῶν ὑπάρχων ηʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου, καὶ ἐτελεύτησε τοξευθεὶς ἐν τῷ πολέμῳ. ἐφ’ ὧν χρόνων καὶ τὸ Βυζάντιον ὑπὸ Βύζου βασιλέως ἐκτίσθη τῆς Θρᾴκης.
15 Μετὰ δὲ Ἰωσίαν ἐβασίλευσεν Ἰωάχαζ υἱὸς αὐτοῦ μῆνας γʹ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ληφθεὶς ὑπὸ Νεχαὼ βασιλέως Αἰγύπτου ἀπήχθη εἰς Αἴγυπτον, ἐν ᾗ καὶ ἀπέθανεν. Μετὰ δὲ Ἰωάχαζ ἐβασίλευσεν Ἰωακεὶμ ὁ καὶ Ἐλιακείμ, ὁ ἀδελφὸς αὐτοῦ, ἔτη ιαʹ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου.
20καὶ ἐλθὼν Ναβουχοδονόσορ τὴν πᾶσαν Ἰουδαίαν ὑπόφορον ἐποίη‐ σεν. ἀθετήσαντος δὲ φορολογίαν Ἰωακεὶμ ἦλθε πάλιν εἰς Ἱερου‐ σαλὴμ Ναβουχοδονόσορ, καὶ τοῦτον χειρωσάμενος καὶ ἀνελὼν ἀπὸ τοῦ τείχους ῥιφῆναι προσέταξε, καὶ ἄταφον ἐπὶ πολὺν κατέ‐
λιπε χρόνον.17

18

Μετὰ δὲ Ἰωακεὶμ ἐβασίλευσεν Ἰεχονίας ὁ υἱὸς αὐτοῦ, ὁ καὶ Ἰωακείμ, διὰ προστάγματος Ναβουχοδονόσορ μῆνας τρεῖς, καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον κυρίου. καὶ περὶ τοὺς φόρους ἀγνω‐ μονήσαντος αὐτοῦ ἦλθεν αὖθις Ναβουχοδονόσορ εἰς Ἱερουσαλήμ,
5καὶ τὸν Σεδεκίαν ἀντ’ αὐτοῦ καταστήσας ἀπῴκισεν εἰς Βαβυλῶνα Ἰεχονίαν καὶ τὴν μητέρα καὶ τοὺς ἄρχοντας αὐτοῦ. ἐξήνεγκε δὲ καὶ τοὺς θησαυροὺς κυρίου καὶ τοῦ βασιλέως καὶ τὰ χρυσᾶ σκεύη πάντα, ἃ ἐποίησε Σολομῶν ἐν ναῷ κυρίου. Μετὰ δὲ Ἰεχονίαν ἐβασίλευσε Σεδεκίας πατράδελφος αὐτοῦ
10ἔτη γʹ, καὶ ἐποίησε τὸ πονηρὸν ἔναντι κυρίου, καὶ περὶ τὴν φορο‐ λογίαν ὡσαύτως παρασπονδήσαντος αὐτοῦ ἦλθε πάλιν Ναβουχο‐ δονόσορ, καὶ τὴν μὲν πόλιν πᾶσαν παραλαβὼν ἐνέπρησε, τὸν δὲ Σεδεκίαν χειρωσάμενος τὴν μὲν γυναῖκα καὶ τὰ τέκνα αὐτοῦ κατ’ ὀφθαλμοὺς αὐτοῦ ἀνεῖλεν, αὐτὸν δὲ ἐκτυφλώσας καὶ δεσμοῖς καθ‐
15είρξας εἰς Βαβυλῶνα αἰχμάλωτον ἀπήγαγεν. Μετὰ τὴν διαίρεσιν τῶν δέκα σκήπτρων ἐβασίλευσεν Ἱερο‐ βοὰμ υἱὸς Ναβὰτ ἐκ φυλῆς Ἐφραΐμ, ὁ δοῦλος Σολομῶντος καὶ ἀποστάτης, ἔτη μβʹ, καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον κυρίου· διὸ καὶ ἐπάταξεν αὐτὸν ὁ θεός, καὶ ἀπέθανεν ἐν ταῖς ἁμαρτίαις
20αὐτοῦ. Μετὰ δὲ Ἱεροβοὰμ ἐβασίλευσε Ναβὰτ υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἐσφάγη ὑπὸ Βαασσά. Μετὰ δὲ Ναβὰτ ἐβασίλευσε Βαασσὰ ἔτη κδʹ, καὶ ἐποίησε
τὸ πονηρόν, καὶ ἐσφάγη ἐν πολέμῳ.18

19

Μετὰ δὲ Βαασσὰ ἐβασίλευσεν Ἠλὰ υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἐσφάγη ὑπὸ Ζαμβρῆ. Μετὰ δὲ Ἠλὰ ἐβασίλευσε Ζαμβρῆ ἔτη ιβʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἐκαύθη ὑπὸ τῶν πολεμίων οἴκῳ προσφυγών.
5 Μετὰ δὲ Ζαμβρῆ ἐβασίλευσεν Ἀχαὰβ υἱὸς αὐτοῦ ἔτη κβʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἐσφάγη, καὶ ἀπέθανεν ἐν ταῖς ἁμαρ‐ τίαις αὐτοῦ. Μετὰ δὲ Ἀχαὰβ ἐβασίλευσεν Ὀχοζίας υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ πεσὼν ἐκ τοῦ ὑπερώου τοῦ οἴκου
10αὐτοῦ ἀπέθανεν. Μετὰ δὲ Ὀχοζίαν ἐβασίλευσεν Ἰωρὰμ ὁ ἀδελφὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἐσφάγη ὑπὸ Ἰηοῦ. ἐφ’ οὗ ἀνε‐ λήφθη ὁ μέγας Ἠλίας, ὁ δὲ Ἐλισσαῖος τὸ Ἱεριχούντιον ὕδωρ πι‐ κρὸν ὂν φύσει καὶ δύσποτον ἰάσατο.
15 Μετὰ δὲ Ἰωρὰμ ἐβασίλευσεν Ἰηοῦ υἱὸς Ἀμεσίου ἔτη κηʹ, καὶ εἰσερχόμενος ἐν τῇ πόλει Σαμαρείας εἶδε προκύψασαν Ἰεζάβελ διὰ τῆς θυρίδος κεκαλλωπισμένην, καὶ προσέταξε τοῖς εὐνούχοις αὐτῆς κατακρημνίσαι αὐτήν, ἣ κατεπατήθη ὑπὸ τῶν ἵππων καὶ κατεβρώθη ὑπὸ τῶν κυνῶν. ἐπάταξε δὲ καὶ τοὺς υἱοὺς Ἀχαάβ,
20καὶ μετὰ πανουργίας συναθροίσας πάντας τοὺς ἱερεῖς καὶ προφή‐ τας τοῦ Βάαλ πάντας ἀναιρεθῆναι προσέταξεν, καὶ τὸν Βάαλ καὶ τὰ αὐτοῦ πάντα ἐνέπρησε. πλὴν οὐκ ἐφύλαξεν εἰς τέλος πο‐
ρεύεσθαι ἐν νόμῳ κυρίου, καὶ ἐσφάγη ἐν τῷ πολέμῳ.19

20

Μετὰ δὲ Ἰηοῦ ἐβασίλευσεν Ἰωάχαζ υἱὸς αὐτοῦ ἔτη κζʹ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἀπέθανεν. Μετὰ δὲ Ἰωάχαζ ἐβασίλευσεν Ἰωὰς υἱὸς αὐτοῦ ἔτη ιδʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἀπέθανεν. ἐφ’ οὗ Ἐλισσαῖος ἐτελεύτησε
5προφητεύσας αὐτοῦ τὴν προτέραν διὰ συμβόλων νίκην κατὰ Σύ‐ ρων. τοῦ δὲ προφήτου θαπτομένου ἐν τῷ μνημείῳ νεκρός τις ἐν τῷ αὐτῷ τάφῳ πλησιάσας τοῖς μακαρίοις ὀστέοις αὐτοῦ ἀνέστη. Μετὰ δὲ Ἰωὰς ἐβασίλευσεν Ἱεροβοὰμ υἱὸς αὐτοῦ ἔτη λδʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἀπέθανεν.
10 Μετὰ δὲ Ἱεροβοὰμ ἐβασίλευσεν Ἀζαρίας υἱὸς αὐτοῦ μῆνας ϛʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἐσφάγη ὑπὸ Σελούμ. Μετὰ δὲ Ἀζαρίαν ἐβασίλευσε Σελοὺμ μῆνα αʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἐσφάγη ὑπὸ Μαναΐμ. Μετὰ δὲ Σελοὺμ ἐβασίλευσε Μαναῒμ ἔτη γʹ, καὶ ἐποίησε
15τὸ πονηρόν, καὶ ἐσφάγη ὑπὸ Φακεσίου. Μετὰ δὲ Μαναῒμ ἐβασίλευσε Φακεσίας υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἐσφάγη ὑπὸ Φακεέ. Μετὰ δὲ Φακεσίαν ἐβασίλευσε Φακεὲ ἔτη κʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἐσφάγη ὑπὸ Ὠσηέ.
20 Μετὰ δὲ Φακεὲ ἐβασίλευσεν Ὠσηὲ ἔτη θʹ, καὶ ποιῶν τὸ πονηρὸν ἀπέθανεν.
Μετὰ δὲ τοὺς εἰρημένους Ἀσσυρίων βασιλεῖς ἐβασίλευσεν,20

21

ὡς εἴρηται, Ναβουχοδονόσορ ἔτη κζʹ. καὶ διὰ τὸ ἐπαρθῆναι κατὰ θείαν ὀργὴν ἐξ ἀνθρώπων ἐκδιωχθεὶς καὶ μετὰ θηρίων οἰκή‐ σας καὶ χόρτον φαγών, ὕστερον ἐπιγνοὺς τὸν τῶν ὅλων θεὸν πάλιν ἐπανῆλθεν εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ λαμπρότερος γέγονε.
5 Μετὰ δὲ Ναβουχοδονόσορ ἐβασίλευσεν Οὐλεμαροδὰχ υἱὸς αὐτοῦ ἔτη εʹ. Μετὰ δὲ Οὐλεμαροδὰχ ἐβασίλευσε Βαλτάσαρ ὁ ἀδελφὸς αὐτοῦ ἔτη γʹ, ὃς μιάνας τὰ ἱερὰ σκεύη τοῦ θεοῦ ἐν τῷ συμποσίῳ αὐτοῦ, ἅπερ ἤγαγεν ὁ πατὴρ αὐτοῦ Ναβουχοδονόσορ ἐξ Ἱερουσα‐
10λήμ, ἀνῃρέθη κατὰ θείαν ὀργήν, καὶ παρέλαβε τὴν βασιλείαν Δαρεῖος. Μετὰ δὲ Βαλτάσαρ ἐβασίλευσε Δαρεῖος ὁ Μῆδος, ὁ καὶ Ἀστυάγης καὶ Ἀρταξέρξης, ἔτη ιζʹ. ἐφ’ οὗ καὶ τῷ Δανιὴλ ὡρά‐ θησαν αἱ διὰ τοῦ ἀγγέλου ὀπτασίαι, καὶ ὁ χρόνος ἐδηλώθη τῆς
15Χριστοῦ παρουσίας· ὃς φθονηθεὶς ὑπὸ τῶν μεγιστάνων διὰ τὸ μεγάλως τιμᾶσθαι ὑπὸ τοῦ βασιλέως ἐνεβλήθη ἐν τῷ λάκκῳ τῶν λεόντων. Μετὰ δὲ Δαρεῖον ἐβασίλευσε Κῦρος ὁ Πέρσης ἔτη λʹ, ὃς ἀνελὼν Δαρεῖον ἐκράτησε πάσης τῆς Χαλδαίων καὶ Ἀσσυρίων
20καὶ Περσῶν καὶ Παλαιστίνης καὶ πάσης τῆς Ἀσίας, μεθ’ ὧν τὴν Λυδῶν βασιλείαν ὑπέταξεν, ἀνελὼν Κροῖσον, ὡς προείρηται. ἐφ’ οὗ Δανιὴλ ἐπιφανέστερος ὑπάρχων ἔτι καὶ τὸν Βὴλ συντρίψας καὶ τὸν δράκοντα φονεύσας, τὰ Περσῶν σεβάσματα, ἐβλήθη ἐν
τῷ λάκκῳ τῶν λεόντων καὶ ἦν ἐκεῖ ἡμέρας ἕξ.21

22

Μετὰ δὲ Κῦρον ἐβασίλευσε Καμβύσης ὁ υἱὸς αὐτοῦ, ὁ καὶ Ναβουχοδονόσορ ἐπικληθείς, ἔτη ιηʹ. ἐφ’ οὗ καὶ Ἰουδὴθ τῇ τοῦ θεοῦ βοηθείᾳ καὶ τῇ ἑαυτῆς σοφίᾳ ἀπατήσασα καὶ ἀποκεφαλίσασα τὸν Ὁλοφέρνην, πορθοῦντα τὴν Βετουλίαν πόλιν, νίκην μεγάλην
5τοῖς υἱοῖς Ἰσραὴλ προεξένησεν, καὶ ἐτελεύτησε χήρα ἐτῶν ρεʹ. Μετὰ δὲ Καμβύσην ἐβασίλευσε Σπέρδιος ὁ μάγος μῆνας ζʹ. Μετὰ δὲ Σπέρδιον ἐβασίλευσε Δαρεῖος Ὑστάσπου ἔτη κʹ. ἐφ’ οὗ πάλιν Ζοροβάβελ καὶ Ἰησοῦς ἐπιτραπέντες ἐτελείωσαν τὴν οἰκοδομὴν τοῦ ναοῦ, ὅτε ὁ Ζοροβάβελ ἐν προβλήματι νική‐
10σας, καὶ ἐπιτραπεὶς αἰτήσασθαι ὃ βούλεται, ἠξίωσεν ἀφεθῆναι τὴν αἰχμαλωσίαν καὶ οἰκοδομηθῆναι τὴν Ἱερουσαλήμ· ὃ καὶ γέ‐ γονε, καὶ τότε πεπλήρωται εἰς τέλος τὰ τῆς αἰχμαλωσίας καὶ τῆς ὀργῆς ἔτη οʹ. ὁ δέ γε ἀρχιερεὺς καὶ γραμματεὺς Ἔσδρας ἦν διδάσκων τὸν νόμον τοῦ θεοῦ καὶ διερμηνεύων ὡς εὐφυέστατος
15πάντων, ὃς καὶ τὰς ἱερὰς βίβλους ἀπεκατέστησε διαφθαρείσας ὑπὸ τῶν πολεμίων· οἱ γάρ τοι Χαλδαῖοι μετὰ τὴν ἅλωσιν τῆς Ἱερουσαλὴμ ἐνέπρησαν πάσας. διὸ καὶ ἐνέπνευσεν ὁ θεὸς τούτῳ ὥστε αὐτὰς ἐκθέσθαι. Μετὰ δὲ Δαρεῖον ἐβασίλευσεν Ἀρταβάνης μῆνας ζʹ.
20 Μετὰ δὲ Ἀρταβάνην ἐβασίλευσεν Ἀρταξέρξης ὁ μακρόχειρ ἔτη μαʹ. ἐφ’ οὗ Σοφοκλῆς Ἡράκλειτος καὶ Ἀναξαγόρας καὶ
Πυθαγόρας καὶ Θουκυδίδης καὶ Εὐριπίδης καὶ Ἡρόδοτος καὶ22

23

Ἐμπεδοκλῆς καὶ Διογένης καὶ Ζήνων Φερεκύδης τε καὶ Ἀρίσταρ‐ χος καὶ Ἱπποκράτης, Παρμενίδης, Πλάτων καὶ Ἀριστοτέλης καὶ Δημοσθένης καὶ Σωκράτης ἐγνωρίζοντο. Μετὰ δὲ Ἀρταξέρξην ἐβασίλευσεν Ἀρταξέρξης ἄλλος καὶ οἱ
5καθεξῆς ἕως Δαρείου, ὃν ἀνεῖλεν Ἀλέξανδρος, οὗ τὴν Περσῶν βασιλείαν καταλύσαντος καὶ πάσης τῆς γῆς κρατήσαντος ἐν Βα‐ βυλῶνί τε τελευτήσαντος διεῖλον τὴν βασιλείαν, ὡς πρόσθεν εἴρη‐ ται, οἱ παῖδες αὐτοῦ οὕτως. τῆς μὲν Αἰγύπτου Πτολεμαῖος ἐβασίλευσεν ὁ Λαγοῦ καὶ οἱ καθεξῆς Πτολεμαῖοι ιγʹ ἕως Κλεοπά‐
10τρας θυγατρὸς Διονυσίου, τῆς δὲ Ἀσίας πάσης Ἀντίγονος, τῆς δὲ Συρίας καὶ Βαβυλωνίας καὶ Παλαιστίνης Σέλευκος ὁ Νικάνωρ, ὃς καὶ πόλεις δύο κτίσας ἐν τοῖς μέρεσι Κιλικίας καὶ ἄλλην ἐν Συρίᾳ τὴν μὲν Σελεύκειαν ἐκάλεσεν τὴν δὲ Ἀντιόχειαν τὴν δὲ Λαοδίκειαν εἰς τὸ ἑαυτοῦ ὄνομα καὶ τοῦ υἱοῦ καὶ τῆς θυγατρὸς
15Λαοδίκης. ἐφ’ οὗ Ῥόδιοι θαλασσοκρατήσαντες ἀνέστησαν ἐν τῇ πόλει, ἤγουν τῇ ἐκεῖσε νήσῳ, χαλκοῦν ἀνδριάντα τοῦ ἡλίου, ὃν διὰ τὸ μέγεθος ἐκάλεσαν κολοσσόν, καὶ αὐτοὶ Κολοσσαεῖς ὠνομά‐ σθησαν. Μετὰ δὲ Σέλευκον ἐβασίλευσεν Ἀντίοχος υἱὸς αὐτοῦ καὶ
20ἄλλοι εʹ. εἶτα ἐβασίλευσεν Ἀντίοχος ὁ ἐπιφανής, υἱὸς Σελεύκου τοῦ φιλοπάτορος, ἐφ’ οὗ γέγονεν ἡ δευτέρα ἅλωσις τῆς Ἱερουσα‐ λὴμ καὶ τὰ κατὰ τῶν Μακκαβαίων ἐπράχθη καὶ τὸ ἱερὸν ἐμολύν‐ θη κατὰ τὴν τοῦ Δανιὴλ πρόρρησιν. ὃς καὶ δι’ ἃ ἔπραξε πολλὰ
κακὰ αἰσχίστῳ μόρῳ τὸν βίον ἐπὶ ξένης κατέστρεψεν.23

24

Μετὰ δὲ Ἀντίοχον ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ ὁ Εὐπάτωρ. Μετὰ δὲ ταῦτα ἐβασίλευσεν Ἰούλιος Καῖσαρ ὁ μὴ γεννη‐ θείς· τῆς γὰρ μητρὸς αὐτοῦ θανούσης ἐν τῷ ἐννάτῳ μηνί, ταύ‐ την ἀνατεμόντες ἐξέβαλον αὐτόν. ὅθεν καὶ Καῖσαρ λέγεται· ἀφ’
5οὗ Καίσαρες οἱ Ῥωμαίων προσηγορεύθησαν βασιλεῖς, ὅ ἐστιν ἀνατομὴ κατὰ τὴν Ῥωμαίων γλῶτταν. ὃς πρῶτος καὶ μόνος ἐκρά‐ τησεν τῶν Ῥωμαϊκῶν σκήπτρων μετὰ πολλῆς ὑπερηφανίας, ὅθεν καὶ δικτάτωρ ἐκαλεῖτο, ὅ ἐστι μονάρχης. πάντων δὲ κρατήσας ἐν ἰταμότητι καὶ τυραννίδι ἐπὶ ἔτη ιηʹ ἀνῃρέθη ἐπὶ συγκλήτου. ὃς
10νόμους Ῥωμαίοις ἔδωκεν, καὶ τὸν βίσεκτον ἐφεῦρε, καὶ τὸν μῆνα Ἰούλιον μετωνόμασε, πρότερον Κυντίλλιον καλούμενον. ἐφ’ οὗ ἦν καὶ Ἰούδας ὁ Γαλιλαῖος ὁ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων μνημονευόμενος, καὶ Ἀντίπατρος ὁ Ἡρώδου πατὴρ βασιλεὺς τῆς Ἰουδαίας κατέστη.
15 Μετὰ δὲ Ἰούλιον Καίσαρα ἐβασίλευσεν Αὔγουστος Καῖσαρ Ὀκταβίου υἱός, ὃς καὶ Σεβαστός, ἔτη νϛʹ· ἀφ’ οὗ Σεβαστοὶ καὶ Αὔγουστοι προσηγορεύθησαν οἱ Ῥωμαίων βασιλεῖς, καὶ ὁ μὴν Αὔγουστος ἐκλήθη, πρότερον Σεξτίλιος ὀνομαζόμενος. ἐν τῷ μβʹ ἔτει τῆς αὐτοῦ βασιλείας ἐγεννήθη ὁ κύριος ἡμῶν Ἰησοῦς Χρι‐
20στός. ἐν δὲ τῷ μαʹ ἔτει τῆς βασιλείας αὐτοῦ, ἀπὸ κτίσεως κόσμου ἔτει εφʹ, καὶ Ἡρώδης ἐξ ἐθνῶν ἤδη βασιλεὺς τῆς Ἰουδαίας ἀνη‐ γόρευται. τοῦ δὲ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα γεν‐ νηθέντος καὶ τοῦ Ἡρώδου κακῶς τὸν βίον μεταλλάξαντος πεπλή‐
ρωται τὸ “οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκει‐24

25

ται,” ὅς ἐστιν ὁ Χριστός. ὁ δέ γε Ἡρώδης ἔσχεν αὑτῷ υἱοὺς ὁμωνύμους καὶ διωνύμους τρεῖς, Ἡρώδην Ἀντίπαν τὸν καὶ τὸν πρόδρομον ἀποτεμόντα, ἐφ’ οὗ καὶ ὁ κύριος ἐσταυρώθη, Ἡρώ‐ δην Φίλιππον, ᾧ πρῶτον Ἡρωδιὰς συναφθεῖσα ἔτεκε θυγατέρα
5Σαλώμην τὴν ὀρχησαμένην, καὶ Ἡρώδην Ἀντίπατρον τὸν καὶ Ἰάκωβον ἀνελόντα τοῦ Ζεβεδαίου, ὃς ἐν τῷ δημηγορεῖν τοῦ δήμου φωνοῦντος “φωνὴ θεοῦ καὶ οὐκ ἀνθρώπου” δίκην ἔδωκεν αὐτίκα· ἄγγελος γὰρ κυρίου εὐθὺς τοῦτον ἀθρόως ἐπάταξεν, καὶ ὃς ἀνε‐ πήδησε τῆς καθέδρας ἐν τῷ δεινῶς τὴν γαστέρα αὐτοῦ σπαράττε‐
10σθαι. τὸν δέ γε θεῖον Ἰάκωβον ἰδὼν ἀπαγόμενον τὴν ἐπὶ θάνα‐ τον ὁδὸν ὁ κατήγορος αὐτοῦ καὶ μεταμεληθεὶς προσέπεσε τοῖς ποσὶ τοῦ ἀποστόλου λέγων “συγχώρησόν μοι, ἄνθρωπε τοῦ θεοῦ, ὅτι μεταμεμέλημαι ἐφ’ οἷς ἐλάλησα κατὰ σοῦ.” ὁ δὲ μακάριος τοῦτον καταφιλήσας εἶπεν αὐτῷ “εἰρήνη σοι, τέκνον, εἰρήνη σοι,
15καὶ συγχώρησις τοῦ πταίσματος.” ὁ δὲ μετὰ φωνῆς μεγάλης εὐ‐ θέως Χριστιανὸν ἑαυτὸν ἐπὶ πάντων ἀνηγόρευσε, καὶ οὕτως συγ‐ καταριθμηθεὶς τῷ ὑπ’ αὐτοῦ κατηγορηθέντι σὺν αὐτῷ καὶ τὸ βραβεῖον τοῦ μαρτυρίου ἀπηνέγκατο. ὁ δέ γε ἄθλιος Ἡρώδης ἐπὶ ἡμέρας φθειρόμενος καὶ σκώληκας ἐκβράζων ἐλεεινῶς τὸν βίον
20κατέλυσεν, ὥσπερ καὶ ὁ δυσσεβέστερος αὐτοῦ πατήρ. Μετὰ δὲ Αὔγουστον ἐβασίλευσε Τιβέριος υἱὸς αὐτοῦ ἔτη κγʹ, ὃς κτίσας πόλιν ἐν τῇ Ἰουδαίᾳ ἐκάλεσεν αὐτὴν εἰς τὸ ἴδιον ὄνομα Τιβεριάδα. οὗ τῷ ιεʹ ἔτει τῆς βασιλείας ὁ κύριος ἡμῶν
βαπτισθεὶς τοῦ εὐαγγελικοῦ κηρύγματος ἀπήρξατο. ἐν δὲ τῷ ιηʹ25

26

σταυρωθεὶς ἀνέστη τῇ κεʹ τοῦ Φαμενὼθ μηνὸς ἤτοι Μαρτίου, τοῦ πρωτοκτίστου μηνὸς Νισὰν παρ’ Ἑβραίοις λεγομένου, ἐπιφω‐ σκούσης κυριακῆς. διὰ τί δὲ ὀγδόη ἡ τοῦ κυρίου ἀνάστασις ἐπω‐ νόμασται; ἐπειδὴ ἑπτάκις νεκρῶν ἀνάστασιν εὕρομεν ἐν τῇ θείᾳ
5γραφῇ καὶ μετὰ τοὺς ζʹ ὄγδοος ἐκ νεκρῶν ἀνέστη ὁ κύριος. πρὸ γὰρ τῆς Χριστοῦ ἀναστάσεως ἐν τῇ παλαιᾷ πρώτη γέγονεν ἡ τοῦ υἱοῦ τῆς χήρας, ὃν Ἠλίας ἐν Σαράφθοις ἀνέστησεν, βʹ ἡ τοῦ υἱοῦ τῆς Σουμανίτιδος, ὃν Ἐλισσαῖος ἤγειρεν, γʹ ἡ τοῦ στρατιώ‐ του, ὃς ἐγγὺς Ἐλισσαίου ταφεὶς καὶ τοῖς ὀστέοις τοῦ προφήτου
10πλησιάσας ὡς ἀπὸ πυρὸς ἐξεπήδησεν, δʹ ἐν τῇ καινῇ ἡ τῆς θυγα‐ τρὸς τοῦ ἀρχισυναγώγου, εʹ ἡ τοῦ υἱοῦ τῆς χήρας, ϛʹ ἡ τοῦ Λα‐ ζάρου, ζʹ ὅτε πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, ηʹ δὲ ἡ τοῦ κυρίου ἀνάστασις μετὰ τὸ σωτήριον πάθος. οὗτος φροντίζων τοῦ δικαίου ἔγραφεν ἀεὶ ταῖς ὑπ’ αὐτὸν πόλεσι λέγων
15“ἐάν τι γράψω παρὰ τοὺς νόμους προστάσσων γίνεσθαι, τούτῳ μὴ προσεκτέον· ἠγνόηκα γάρ.” ἀλλ’ ὕστερον, φεῦ, αἰφνίδιον εἰς τὴν χείρονα μεταβληθεὶς γνώμην πρὸς πᾶσαν ἀνοσιουργίαν μιαιφονίαν τε καὶ οἰστρηλασίαν ἐτράπη, καὶ οὕτω τὸν βίον κατέ‐ στρεψεν.
20 Μετὰ δὲ Τιβέριον ἐβασίλευσε Γάϊος υἱὸς αὐτοῦ ἔτη δ’, ὃς πρῶτον μὲν μεγαλοφρόνως διεῖπε τὰ τῆς βασιλείας πράγματα καὶ
τοῖς ὑπηκόοις καθηκόντως ἐκέχρητο, ὕστερον δὲ μετὰ δύο χρόνους26

27

ἐκστὰς τῆς ἀνθρωπίνης φρονήσεως κατὰ μίμησιν τοῦ πατρὸς ἑαυ‐ τὸν ἀπεθέωσεν καὶ ἀνδριάντας ἑαυτοῦ κατὰ πόλιν ἐν τοῖς ναοῖς ἔστησεν. ὃν οἱ στρατιῶται ἐν βαλανείῳ λουόμενον διεχειρίσαντο, μὴ φέροντες ὁρᾶν τὰ ὑπὸ αὐτοῦ παναισχίστως πραττόμενα. ἐφ’
5οὗ Θευδᾶς ὁ ἐν ταῖς πράξεσι μνημονευόμενος τὸν Ἰορδάνην τεμεῖν ἐπαγγειλάμενος καὶ διαμαρτήσας ἀνῃρέθη, καὶ ὁ πύργος τοῦ Σι‐ λωὰμ ἔπεσεν ἐπὶ τοὺς ιηʹ ἄνδρας, καὶ Στέφανος ὁ πρωτομάρτυς ἐμαρτύρησεν, καὶ Παῦλος ἐπίστευσεν, καὶ Φίλων καὶ Ἰώσηπος οἱ ἐξ Ἑβραίων σοφοὶ ἐγνωρίζοντο.
10 Μετὰ δὲ Γάϊον ἐβασίλευσε Κλαύδιος ἔτη ιγʹ, ἐφ’ οὗ καὶ Μάρκος ὁ εὐαγγελιστὴς ἐν Αἰγύπτῳ πρῶτος ἐκκλησίαν πηξάμενος πολλὰ μοναστήρια συνεστήσατο, ἅπερ σεμνεῖα τότε προσηγορεύ‐ θησαν, καὶ τὸ ἅγιον εὐαγγέλιον συνεγράψατο, καὶ ἐπ’ αὐτῆς Ἀλεξανδρείας ἐκκλησίαν πρῶτον συνεστήσατο.
15 Μετὰ δὲ Κλαύδιον ἐβασίλευσε Νέρων ὁ υἱὸς αὐτοῦ ἔτη ιδʹ, ἐφ’ οὗ Σίμων ὁ μάγος διὰ γοητείας ἐν Ῥώμῃ πολλὰ σημεῖα καὶ φαντασίας ἐπιτελῶν καὶ ἑαυτὸν θεὸν ὀνομάζων. καί ποτε μεσού‐ σης ἡμέρας προελθὼν εἰς τὸ θέατρον ἐπηγγείλατο δι’ ἀέρος ἀνα‐ πτάσθαι. οὗ γενομένου προσευξάμενος ὁ Πέτρος καὶ ἀτενίσας
20εἶπε τῷ Σίμωνι “εἰ ἀπόστολος Ἰησοῦ Χριστοῦ εἰμὶ ἐγώ, καὶ οὐχὶ πλάνος ὥσπερ σὺ Σίμων, προστάσσω ταῖς πονηραῖς δυνάμεσιν
ἀφεῖναί σε τῆς κρατήσεως.” καὶ ταῦτα εἰπόντος τοῦ ἀποστόλου27

28

παραχρῆμα κατηνέχθη μετὰ ἤχου πολλοῦ καὶ συνετρίβη. ὁ δὲ Νέρων ἀκούσας ὅτι πεφόνευται Σίμων ὑπὸ Πέτρου καὶ ἀγανακτή‐ σας ἐκέλευσεν αὐτὸν σταυρωθῆναι. ὁ δὲ παρακαλέσας τὸν ἔπαρ‐ χον ἵνα μὴ ὄρθιος σταυρωθῇ, κατὰ κέλευσιν ἐσταυρώθη καθὼς
5ἠξίωσεν ἐκ πολλῆς μετριοφροσύνης. μετὰ δὲ τοῦτον καὶ Παῦλος τὸν διὰ ξίφους τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο. ὁ δέ γε Νέ‐ ρων κραταιουμένη αὐτῷ τῆς ἀρχῆς εἰς ἀνοσίας πράξεις καὶ μιαι‐ φονίας καὶ θεομαχίας ἐξώκειλε, καὶ οὕτως ἐκ τῆς ἄγαν μανίας ἀποκτονηθεὶς εἰς προάστειον ἐξελθὼν ἑαυτὸν διεχειρίσατο. ὡσαύ‐
10τως δὲ καὶ Πιλάτος ποικίλαις περιπεσὼν συμφοραῖς ἑαυτὸν ἀνεῖλε. Μετὰ δὲ Νέρωνα ἐβασίλευσε Γάλβας μῆνας ζʹ, μετὰ δὲ Γάλβαν ἐβασίλευσε Λουκίβιος μῆνας γʹ, μετὰ δὲ Λουκίβιον ἐβα‐ σίλευσεν Οὐϊτέλλιος μῆνας βʹ, καὶ ἐσφάγη μέσον τῆς Ῥώμης ὑπὸ
15τοῦ δήμου. Μετὰ δὲ Οὐϊτέλλιον ἐβασίλευσεν Οὐεσπασιανὸς υἱὸς Νέρω‐ νος ἔτη θʹ. Μετὰ δὲ Οὐεσπασιανὸν ἐβασίλευσε Τῖτος υἱὸς αὐτοῦ ἔτη γʹ. καὶ ὥρᾳ θερινῇ πανημέριον ὁδοιπορήσας, καὶ αἱμορραγήσας διὰ
20τῶν μυκτήρων ὑπὸ τοῦ ἡλίου συμφλεχθεὶς καὶ πάνυ λιποθυμήσας, ἔτι ἐμπνέων ἐνεβλήθη εἰς τὸν τάφον παρὰ Δομετιανοῦ τοῦ ἀδελ‐ φοῦ αὐτοῦ κατ’ ἐπιτροπὴν τῆς γυναικὸς τούτου, καὶ οὕτως ἐτε‐
λεύτησε πάσῃ ἀγαθουργίᾳ καὶ σωφροσύνῃ κεκοσμημένος, πένθος28

29

πολὺ τοῖς ἐν Ῥώμῃ καταλείψας, ὡς κατ’ οἴκους καὶ δημοσίᾳ πάντας κλαίειν καὶ ἀποδύρεσθαι. Μετὰ δὲ Τῖτον ἐβασίλευσε Δομετιανὸς ὁ ἀδελφὸς αὐτοῦ ἔτη ιεʹ, καὶ ἐσφάγη ἐν τῷ ναῷ Ῥώμης κατ’ ἐπιβουλὴν τῆς αὐτοῦ γυ‐
5ναικός. διάδοχος γὰρ τοῦ ἀδελφοῦ γενόμενος οὐ τὴν πατρικήν τε καὶ ἀδελφικὴν ἐζήλωσεν ἀρίστην πολιτείαν, ἀλλὰ τὴν Τιβερίου καὶ Νέρωνος ἀνοσιουργίαν. πᾶν γὰρ εἶδος κακίας καὶ γυναικομανίας καὶ ἀνδρομανίας ἐπελθών, καὶ τελευταῖον ἑαυτὸν ἀποθεώσας καὶ ἔχθιστον ἑαυτὸν ἅπασιν ἀποφήνας αἰσχίστῳ μόρῳ τὸν μυσαρὸν καὶ
10βέβηλον καταστρέφει βίον. ἐφ’ οὗ Τιμόθεος ὁ ἀπόστολος καὶ Ὀνήσιμος ἐμαρτύρησαν, καὶ ὁ θεολόγος Ἰωάννης καὶ εὐαγγελι‐ στὴς ἐν Πάτμῳ τῇ νήσῳ ἐξωρίσθη, καὶ Ἀπολλώνιος ὁ Τυανεὺς ἐγνωρίζετο. Μετὰ δὲ Δομετιανὸν ἐβασίλευσε Νερούας ἔτος ἕν, ὃς ἀνα‐
15καλεσάμενος Ἰωάννην ἐκ τῆς νήσου ἀπέλυσεν οἰκεῖν ἐν Ἐφέσῳ, μόνον τότε ἐκ τῶν ιβʹ μαθητῶν περιόντα τῷ βίῳ· ὃς καὶ συγγρα‐ ψάμενος τὸ κατ’ αὐτὸν εὐαγγέλιον ἐν εἰρήνῃ ἀνεπαύσατο. καὶ Φίλιππος ὁ ἐκ τῶν ζʹ διακόνων ἐν Ἱεραπόλει τελειοῦται, καὶ θά‐ πτεται μετὰ τῶν θυγατέρων αὐτοῦ.
20 Μετὰ δὲ Νερούαν ἐβασίλευσε Τραϊανὸς ἔτη θʹ, καὶ ὑδεριά‐ σας ἀπέθανεν, ὃς τοσοῦτον ὑπῆρχεν ἀγαθὸς μισοπόνηρός τε καὶ φιλοδίκαιος, ὥστε γυμνώσας ποτὲ ῥομφαίαν ἐνώπιον τῶν μεγι‐
στάνων δεδωκέναι τῷ ἐπάρχῳ, καὶ εἰπεῖν “δέξαι τὸ ξίφος τοῦτο,29

30

καὶ εἰ μὲν καλῶς ἄρχω, ὑπὲρ ἐμοῦ, εἰ δὲ μή, κατ’ ἐμοῦ χρῆσαι αὐτῷ.” μὴ ἔχων δὲ παῖδας κληρονόμους τῆς βασιλείας ἔμελλεν ἐξ ὑποβολῆς τινῶν ἐᾶσαι τὴν σύζυγον αὐτοῦ καὶ λαβεῖν ἑτέραν πρὸς τὸ παιδοποιῆσαι· ἡ δὲ συνετὴ οὖσα συνεβούλευσεν αὐτῷ ὡς
5εἴπερ βούλεται μνημονεύεσθαι ὑπὸ πάντων ἐν πάσαις γενεαῖς, πλακῶσαι διὰ μαρμάρων τὰς εἰσοδοεξόδους πασῶν τῶν μεγαλο‐ πόλεων· ὃ δὴ καὶ πεποίηκεν. ἐφ’ οὗ καὶ Συμεὼν ὁ τοῦ Κλοπᾶ καὶ Ἰγνάτιος ὁ θεοφόρος ἐμαρτύρησαν, καὶ Βασιλίδης καὶ Κήριν‐ θος καὶ Νικόλαος καὶ Ἐβιωναῖος οἱ αἱρεσιάρχαι καὶ ἐχθροὶ τῆς
10ἀληθείας ἐγνωρίζοντο. Μετὰ δὲ Τραϊανὸν ἐβασίλευσεν Ἀδριανὸς ὃς καὶ Αἴλιος ἔτη κδʹ, καὶ ὑδεριάσας ἀπέθανεν· ὃς ναὸν ἐν Κυζίκῳ κτίσας καὶ πόλιν ἐν τῇ Θρᾴκῃ Ἀδριανούπολιν αὐτὴν προσηγόρευσεν. ἐφ’ οὗ Κέρ‐ δων καὶ Οὐαλεντῖνος καὶ Μαρκίων καὶ Μοντανὸς καὶ Σατορνῖνος
15καὶ Καρποκράτης οἱ αἱρεσιάρχαι καὶ Ἀκύλας ἐγνωρίζοντο. Μετὰ δὲ Ἀδριανὸν ἐβασίλευσεν Ἀντωνῖνος ἔτη κβʹ. ἐφ’ οὗ Πολύκαρπος ὁ μαθητὴς Ἰωάννου τοῦ εὐαγγελιστοῦ καὶ Ἰουστῖνος ὁ φιλόσοφος καὶ Διονύσιος ἐπίσκοπος Κορίνθου ἐμαρτύρησαν, καὶ Τατιανὸς καὶ Βαρδησάνης οἱ αἱρεσιάρχαι καὶ Πρισκίλλα καὶ
20Μαξιμίλλα αἱ ψευδοπροφήτιδες τῶν κατὰ Φρύγας ἐγνωρίζοντο. Μετὰ δὲ Ἀντωνῖνον ἐβασίλευσε Μάρκος υἱὸς αὐτοῦ ἔτη ιαʹ, ἐφ’ οὗ πῦρ ἐκ τοῦ οὐρανοῦ ἀπὸ δυσμῶν ἐπ’ ἀνατολὰς φερόμενον
ὤφθη.30

31

Μετὰ δὲ Μάρκον ἐβασίλευσε Σεβῆρος υἱὸς αὐτοῦ ἔτη ηʹ, καὶ ἐσφάγη ἐν Προικονήσῳ. Μετὰ δὲ Σεβῆρον ἐβασίλευσε Κόμοδος ὁ ἀδελφὸς αὐτοῦ ἔτη ιβʹ, καὶ ὑπὸ ἀναγωγῆς αἵματος καὶ χολῆς ἀθρόον ἀπέθανεν. ἐφ’
5οὗ καὶ Θεόδοτος, ὁ καὶ πρῶτος τῆς κατὰ Παῦλον τὸν Σαμοσα‐ τέα καὶ Νεστόριον πλάνης ἀρξάμενος, καὶ Θεοδοτίων ἐγνω‐ ρίζοντο. Μετὰ δὲ Κόμοδον ἐβασίλευσε Περτίναξ μῆνας βʹ, καὶ ἐσφάγη ὑπὸ τῶν στρατιωτῶν.
10 Μετὰ δὲ Περτίνακα ἐβασίλευσε Δάδιος μῆνας δʹ, ὃς καὶ Ἰουλιανὸς λέγεται, καὶ ἐσφάγη ὑπὸ τοῦ κουβικουλαρίου εἰς τὴν πηγὴν τοῦ παλατίου θεωρῶν τοὺς ἰχθύας. Μετὰ δὲ Δάδιον ἐβασίλευσε Σεβῆρος ἔτη ιηʹ. ἐφ’ οὗ Λεω‐ νίδης ὁ ἐπίσκοπος καὶ πατὴρ Ὠριγένους ἐμαρτύρησεν, καὶ Κλή‐
15μης ὁ στρωματεὺς καὶ Σύμμαχος καὶ Ὠριγένης ἐγνωρίζοντο. Μετὰ δὲ Σεβῆρον ἐβασίλευσεν Ἀντωνῖνος καὶ Γέτας ὁ ἀδελ‐ φὸς αὐτοῦ μῆνας βʹ. καὶ σφάξας τὸν ἀδελφὸν αὐτοῦ καὶ μοναρ‐ χήσας ἔτη ϛʹ ἀναιρεῖται ὑπὸ τῶν ἰδίων. Μετὰ δὲ Ἀντωνῖνον ἐβασίλευσεν Ἀντωνῖνος ὁ Καράκαλος
20ἔτη κϛʹ, καὶ ἐσφάγη ἐν πολέμῳ. ἐφ’ οὗ ἦν Γαληνὸς ὁ ἰατρός. Μετὰ δὲ Ἀντωνῖνον ἐβασίλευσε Μακρῖνος ἔτη δʹ, καὶ
ἐσφάγη ὑπὸ Ἀντωνίνου.31

32

Μετὰ δὲ Μακρῖνον ἐβασίλευσεν Ἀντωνῖνος ὁ Γάλβας, καὶ ἐσφάγη ὑπὸ Ἀλεξάνδρου. Μετὰ δὲ Ἀντωνῖνον ἐβασίλευσεν Ἀλέξανδρος ὁ Μαμαίας ἔτη ιγʹ, καὶ ἐσφάγη σὺν τῇ μητρὶ αὐτοῦ Μαμαίᾳ ἐξ ἐπιβουλῆς
5Μαξιμίνου στρατηγοῦ. ἐφ’ οὗ Νάρκισσος ἐπίσκοπος Ἱεροσολύ‐ μων ἐν τῷ βαπτίζειν, ἐλαίου τοῦ χρίσματος λείψαντος, ἐκέλευσεν ὕδωρ ἐν τῷ κρατῆρι βληθῆναι, καὶ προσευξάμενος εἰς ἔλαιον τοῦτο μετέβαλε. Μετὰ δὲ Ἀλέξανδρον ἐβασίλευσε Μαξιμῖνος ἔτη γʹ, καὶ
10ἐσφάγη ὑπὸ τοῦ στρατοῦ αὐτοῦ. ἐφ’ οὗ Λαυρέντιος καὶ Κυπρια‐ νὸς ἐμαρτύρησαν. Μετὰ δὲ Μαξιμῖνον ἐβασίλευσε Πουπλιανὸς μῆνας βʹ, καὶ ἐσφάγη ἐν πολέμῳ. Μετὰ δὲ Πουπλιανὸν ἐβασίλευσε Ἰούνωρ μῆνας ϛʹ.
15 Μετὰ δὲ Ἰούνωρα ἐβασίλευσε Γορδιανὸς υἱὸς αὐτοῦ ἔτη δʹ, καὶ ἐν πολέμῳ συμπεσὼν τῷ ἵππῳ ἀπέθανεν. Μετὰ δὲ Γορδιανὸν ἐβασίλευσε Φίλιππος ὁ τῆς ἁγίας Εὐγε‐ νείας πατὴρ ἔτη εʹ, ὃς καὶ τὴν Φιλιππούπολιν ἔκτισεν. ἀνῃρέθη δὲ ἅμα τῷ υἱῷ ὑπὸ Δεκίου διὰ τὸ ὑπὲρ Χριστιανῶν ἀγωνί‐
20ζεσθαι. Μετὰ δὲ Φίλιππον ἐβασίλευσεν Ἰούνωρ υἱὸς Γορδιανοῦ ἔτη βʹ, καὶ ὑδεριάσας ἀπέθανεν. ἐφ’ οὗ Σαβέλλιος ὁ αἱρεσιάρχης ἐγνωρίζετο.
Μετὰ δὲ Ἰούνωρα ἐβασίλευσε Μάρκος ἔτη γʹ.32

33

Μετὰ δὲ Μάρκον ἐβασίλευσεν Ἰουστιλιανὸς ἔτη βʹ, καὶ φλεβοτομηθείς, ἐπειδήπερ ἐξεχύθη τὸ αἷμα αὐτοῦ ἐν τῷ καθεύ‐ δειν, λιποθυμήσας ἀπέθανεν. Μετὰ δὲ Ἰουστιλιανὸν ἐβασίλευσε Φίλιππος ἔτη κϛʹ, καὶ
5ἐσφάγη ἐν τῷ παλατίῳ. Μετὰ δὲ Φίλιππον ἐβασίλευσεν Οὐαλεριανὸς ἔτος ἕν, καὶ ἐσφάγη ὑπὸ τοῦ λαοῦ αὐτοῦ. Μετὰ δὲ Οὐαλεριανὸν ἐβασίλευσε Γάλλος μῆνα αʹ, καὶ ἐσφάγη καθεύδων ὑπὸ τῆς ἰδίας γυναικός.
10 Μετὰ δὲ Γάλλον ἐβασίλευσε Δέκιος ἔτος αʹ, καὶ ἐσφάγη ἐν τῷ πολέμῳ. ἐφ’ οὗ καὶ Βαβύλας ὁ Ἀντιοχείας καὶ Φλαβιανὸς Ῥώμης καὶ Ἀλέξανδρος Ἱεροσολύμων καὶ Διονύσιος Ἀλεξανδρείας ἐμαρτύρησαν, καὶ Ναυάτος τῆς ἐκκλησίας ἀπέστη, καὶ Κελσαῖος ὁ αἱρεσιάρχης ἐγνωρίζετο.
15 Μετὰ δὲ Δέκιον ἐβασίλευσεν Αἰμιλιανὸς ἔτος αʹ, καὶ ἐσφάγη ἐν τῷ παλατίῳ. Μετὰ δὲ Αἰμιλιανὸν ἐβασίλευσεν Γαλλιανὸς ἔτη γʹ, καὶ ἐσφάγη ἐν πολέμῳ. ἐφ’ οὗ Ἀρτέμιος καὶ Συνέπων οἱ αἱρεσιάρχαι ἐγνωρίζοντο, καὶ Γρηγόριος ὁ θαυματουργὸς ὁ καὶ μαθητὴς Ὠρι‐
20γένους διέπρεπεν. Μετὰ δὲ Γαλλιανὸν ἐβασίλευσε Κλαύδιος ἔτη βʹ. Μετὰ δὲ Κλαύδιον ἐβασίλευσεν Κυντιλιανὸς ἡμέρας ζʹ.
Μετὰ δὲ Κυντιλιανὸν ἐβασίλευσεν Αὐρηλιανὸς ἔτη εʹ, καὶ33

34

ἐσφάγη ὑπὸ κουβικουλαρίου. ἐφ’ οὗ καὶ ὁ ἅγιος Χαρίτων ὡμο‐ λόγησε, καὶ Μάνης ὁ μιαρὸς καὶ τρισκατάρατος ἀνεφύη, Χριστὸν ἑαυτὸν καὶ πνεῦμα ἅγιον ὁ δαιμονιώδης μορφαζόμενος. Παῦλος δέ τις τῷ Μανέντι τούτῳ σύγχρονος γεγονώς, τὸ γένος μὲν Σα‐
5μοσατεύς, Ἀντιοχείας δὲ τῆς μεγάλης πρόεδρος, ψιλὸν ἄνθρωπον εἶναι τὸν κύριον ἐδυσφήμησεν. εἶτα Ἀπολινάριός τις ἀνεφύη, πρόεδρος Λαοδικείας τῆς Συρίας, ὃς σάρκα μὲν ἐψυχωμένην ψυχῇ ζωτικῇ ἀνειληφέναι τὸν κύριον ἔλεγεν, ἄνουν δέ. μεθ’ ὃν ἀναφαίνεταί τις Θεόδωρος, Μοψουεστίας πόλεως ἐν Κιλικίᾳ τὴν
10ἡγεμονίαν λαχών, ὃς ἕνα τῶν καθ’ ἡμᾶς κοινῶν ἀπεκάλει τὸν δε‐ σπότην Χριστόν, καὶ ἐκ προκοπῆς λαβόντα καὶ κατὰ χάριν τὸ θεὸν αὐτὸν ὀνομάζεσθαι, καὶ ἐκ τοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ βα‐ πτίσματος ἀξιωθέντα τῆς τοῦ ἁγίου πνεύματος χάριτος, ὡς δῆθεν τὸν θεὸν λόγον διὰ τὴν ὑπερβάλλουσαν ἀρετὴν αὐτῷ κατοικήσαντα
15μεταδοῦναι τῆς θεϊκῆς ἀξίας αὐτῷ καὶ προσκυνήσεως ἐς ὕστερον μετὰ τὴν τελείωσιν. μετὰ δὲ τοῦτον Νεστόριος ἀπὸ Γερμανικείας τῆς Συρίας τοῦ θρόνου Κωνσταντινουπόλεως δραξάμενος, ὃς τοῖς αὐτοῦ προγόνοις ἑπόμενος (υἱὸς γὰρ ἦν τοῦ Κίλικος, ἀπόγονος δὲ τοῦ Σαμοσατέως) ἀπηρνεῖτο θεοτόκον λέγειν τὴν ὑπεραγίαν ἡμῶν
20δέσποιναν, ὡς ἄλλον μὲν εἶναι τὸν Χριστὸν ἄλλον δὲ τὸν θεὸν λόγον κατὰ τὴν πατρικὴν αὐτοῦ πλάνην δογματίζων. εἶτα Εὐτυ‐ χής, ὃς ἀπηρνεῖτο λέγειν σώζεσθαι ἐν τῷ Χριστῷ δύο φύσεις μετὰ τὴν τούτων ἕνωσιν. εἶτα Σεβῆρός τις λεγόμενος, ἁρπάσας τὸν
θρόνον Ἀντιοχείας. καὶ ἑξῆς ἕτεροι.34

35

Μετὰ δὲ Αὐρηλιανὸν ἐβασίλευσε Τάκιτος μῆνας ϛʹ, καὶ ἐσφάγη ὑπὸ φίλων Αὐρηλιανοῦ. Μετὰ δὲ Τάκιτον ἐβασίλευσε Φλωριανὸς μῆνας βʹ, καὶ ἐσφάγη ὑπὸ Πρόβου.
5 Μετὰ δὲ Φλωριανὸν ἐβασίλευσε Πρόβος ἔτη ϛʹ, καὶ ἐσφάγη ὑπὸ Κάρου. Μετὰ δὲ Πρόβον ἐβασίλευσε Κάρος ἔτος αʹ, καὶ ἐσφάγη ὑπὸ Καρίνου. Μετὰ δὲ Κάρον ἐβασίλευσε Καρῖνος υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ
10ἐσφάγη ὑπὸ Νουμεριανοῦ. Μετὰ δὲ Καρῖνον ἐβασίλευσε Νουμεριανὸς ὁ ἀδελφὸς αὐτοῦ ἔτος αʹ, καὶ συλληφθεὶς ὑπὸ Περσῶν ἐξεδάρη ἔτι ζῶν. Μετὰ δὲ Νουμεριανὸν ἐβασίλευσεν ἐπὶ τὸ αὐτὸ Διοκλητια‐ νὸς καὶ Μαξιμιανὸς ὁ γαμβρὸς αὐτοῦ ἔτη κβʹ. ὑφ’ ὧν μέγας
15διωγμὸς κατὰ Χριστιανῶν ἐκινήθη, ὅτε καὶ Πέτρος Ἀλεξανδρείας καὶ Ἄνθιμος Νικομηδείας καὶ Προκόπιος καὶ Θεόδωρος οἱ ἀοίδι‐ μοι ἐμαρτύρησαν καὶ ἕτεροι πλεῖστοι, καὶ Σαβάτιος ὁ τὴν αἵρεσιν τῶν Τεσσαρεσκαιδεκατιτῶν κρατύνας ἐγνωρίζετο. οὓς ἡ θεία δίκη ἐνδίκως μετελθοῦσα δικαίως ἐξέκοψεν· καὶ ὁ μὲν Διοκλητιανὸς
20τῆς γλώττης αὐτοῦ σαπείσης μετὰ τοῦ φάρυγγος, καὶ πλῆθος σκωλήκων ἀναβράσας, κακῶς καὶ βιαίως ἀπέρρηξε τὴν ζωήν, ὁ δὲ Μαξιμιανὸς ἀπήγξατο. Μετὰ δὲ Διοκλητιανὸν καὶ Μαξιμιανὸν ἐβασίλευσε κατὰ
τοὺς αὐτοὺς χρόνους Κωνστάντιος καὶ Σεβῆρος, Μαξιμῖνος καὶ35

36

Μαξέντιος. καὶ ὁ μὲν Κωνστάντιος σὺν τῷ υἱῷ αὐτοῦ Κωνσταν‐ τίνῳ τῆς Γαλλίας καὶ τῆς Βρεττανίας ἐκράτησαν, ὁ δὲ Σεβῆρος καὶ Μαξέντιος τῆς Ῥώμης, ὁ δὲ Μαξιμῖνος τῆς ἑῴας, ὃς πολλὰ μιαρὰ καὶ ἄτοπα διαπραξάμενος διωγμὸν ἀπηνῆ καὶ ἀπάνθρωπον
5κατὰ Χριστιανῶν ἐπεδείξατο, καθ’ ὃν πλεῖστοι τῶν εὐδοκίμων ἐμαρτύρησαν. καὶ ἄξια τῆς δυσσεβείας αὐτοῦ πέπονθε· νόσῳ γὰρ δεινοτάτῃ περιπεσών, ὡς καὶ τὰς σάρκας αὐτοῦ δίκην κηροῦ τακῆναι καὶ τὰ ὀστᾶ συμφρυγῆναι καὶ τὸν χαρακτῆρα τῆς ἀνθρω‐ πίνης αὐτοῦ μορφῆς ἀφανισθῆναι καὶ δεινῶς κατασαπῆναι, καὶ
10τοσαύτην δυσωδίαν ἐκπέμπειν ὡς μηδὲν τῶν ἐν τάφοις κειμένων νεκρῶν διαφέρειν. ἐν τούτοις οὖν ὁ ἀλιτήριος ἐταζόμενος τοιάδε ἔφη “οἴμοι τῷ ἐλεινῷ καὶ θρήνων ἀξίῳ, ὁποίαν τῶν εἰς Χριστια‐ νοὺς τετολμημένων ὑπέχω τιμωρίαν.” καὶ ταῦτα μετὰ πολλῆς ὀδύνης εἰπὼν ἀπέθανεν.
15 Κωνσταντίου δὲ τοῦ ἐπικληθέντος Χλωροῦ διὰ τὴν τοῦ πρωσ‐ ώπου ὠχρότητα τελευτήσαντος ὁ υἱὸς αὐτοῦ Κωνσταντῖνος, ὃς ἐξ Ἑλένης αὐτῷ ἐγεννήθη περὶ τὴν τῆς Δακίας πόλιν, τὴν ἀρχὴν διεδέξατο. ὡσαύτως καὶ Σεβήρου τεθνηκότος Λικίννιος ὁ γαμ‐ βρὸς Κωνσταντίνου ἀντεισάγεται. τοῦ οὖν Κωνσταντίνου βαπτι‐
20σθέντος καὶ τὴν παράδοξον ἐκείνην ἀπαλλαγὴν τῆς κατεχούσης νόσου εὑρηκότος, αὐτίκα καὶ ἡ μήτηρ αὐτοῦ Ἑλένη καὶ οἱ τούτου συγγενεῖς τε καὶ φίλοι βαπτίζονται. εἶτα ἀκούσας τὰ ὑπὸ Μαξεν‐
τίου ἐν Ῥώμῃ χαλεπά τε καὶ ἄτοπα γενόμενα, καὶ πρεσβείαν ἐκ36

37

τῶν Ῥωμαίων δεξάμενος, ἐστράτευσεν κατ’ αὐτοῦ, προηγούμενον τῆς αὐτοῦ στρατιᾶς τὸ ἐν οὐρανῷ ὑποδειχθὲν αὐτῷ σημεῖον τοῦ σταυροῦ ἐπιφερόμενος, δι’ οὗ καὶ ἐτροπώσατο Μαξέντιον. καὶ οὕτως ἐπὶ Ῥώμην ἐλαύνει, καὶ πάντες αὐτὸν ἅμα γυναιξὶ καὶ
5νηπίοις καὶ παντὶ τῷ δήμῳ Ῥωμαίων μετ’ εὐφημίας καὶ ἀπλήστου χαρᾶς ὑποδέχονται. Μετὰ δὲ Μαξέντιον ἐβασίλευσε Κωνσταντῖνος ὁ μέγας καὶ πρῶτος ἐν βασιλεῦσι χριστιανικώτατος ἔτη λβʹ, ὃς τὴν εὐσέβειαν καὶ ὀρθοδοξίαν διὰ πάντων ἐκράτυνεν. ἐν δὲ τῷ κεʹ ἔτει τῆς αὐτοῦ
10βασιλείας συνεκροτήθη ἡ ἐν Νικαίᾳ σύνοδος τῶν τιηʹ πατέρων θεοφόρων κατὰ Ἀρείου τοῦ ματαιόφρονος. ἐτελεύτησε δὲ ἡ μὲν μήτηρ αὐτοῦ ἐτῶν πʹ, καὶ ἐτάφη παρ’ αὐτοῦ ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων. αὐτοῦ δὲ ἐν Νικομηδείᾳ τελευτήσαντος ἐτῶν ξεʹ οἱ τρεῖς υἱοὶ αὐτοῦ ἐκράτησαν, τῆς μὲν ἀνατολῆς Κωνστάντιος, τῆς
15δὲ δύσεως Κωνσταντῖνος καὶ Κώνστας, ὃς τὸν ἀδελφὸν αὐτοῦ Κωνσταντῖνον φονεύσας καὶ βασιλεύσας μόνος ἔτη ιϛʹ ἐσφάγη καὶ αὐτὸς ὑπὸ τοῦ δήμου. Μετὰ δὲ Κωνσταντῖνον τὸν μέγαν ἐβασίλευσε Κωνστάντιος υἱὸς αὐτοῦ ἔτη ιαʹ, ὃς μετὰ τὴν τοῦ πατρὸς τελευτὴν εἰς τὸ
20Ἀρειανικὸν φρόνημα παρασυρεὶς ἐβίαζε τὸν θεῖον Ἀλέξανδρον δέξασθαι τὸν Ἄρειον εἰς κοινωνίαν. τοῦ δὲ μὴ ἀνεχομένου, ἀλλὰ τὸν θεὸν σὺν δάκρυσιν ἱκετεύοντος, αἰσχίστῳ μόρῳ τὸν βίον κατ‐
έστρεψεν ὁ τρισάθλιος.37

38

Μετὰ δὲ Κωνστάντιον ἐβασίλευσεν Ἰουλιανὸς ἔτη βʹ, Καῖ‐ σαρ δὲ ἐγένετο ἔτη δʹ καὶ μῆνας ϛʹ· ὃς πολλὰ κακὰ κατὰ Χρι‐ στιανῶν ἐνδειξάμενος ἐν Περσίδι ὑπὸ τῆς θείας δίκης ἀναιρεῖται, ἐτῶν ὢν λʹ.
5 Μετὰ δὲ Ἰουλιανὸν ἐβασίλευσεν Ἰοβινιανὸς μῆνας ηʹ, ὃς ὑπὸ τοῦ στρατοῦ κατασχεθεὶς εἰς τὸ τὰ τῆς βασιλείας ὑποδέξασθαι σύμβολα, λέγεται πρὸς τὸ στρατόπεδον εἰρηκέναι μὴ δύνασθαι βασιλεύειν αὐτῶν ὡς ὑπὸ Ἰουλιανοῦ μολυνθέντων. τότε πάντας μιᾷ φωνῇ ἀποκριθῆναι λέγεται ὅτι ἡμεῖς Χριστιανοί ἐσμεν, καὶ
10οὕτω τὴν βασιλείαν ἐδέξατο. ἀλλ’ οὗτος ὁ εὐσεβὴς καὶ θαυμά‐ σιος μετὰ ηʹ μῆνας τῆς αὐτοῦ βασιλεία ἐν τῷ ὑποστρέφειν ἀπὸ τῆς Περσίδος ἐτελεύτησε, μέγα πένθος καταλείψας τῇ ἐκκλησίᾳ καὶ λαοῖς ἅπασιν. Μετὰ δὲ Ἰοβινιανὸν ἐβασίλευσεν Οὐαλεντινιανὸς ἔτη ιβʹ, ὃς
15μετὰ λʹ ἡμέρας τῆς αὐτοῦ ἀναγορεύσεως τὸν ἑαυτοῦ ἀδελφὸν Οὐά‐ λεντα ἐκ Παιονίας μεταπεμψάμενος κοινωνὸν τῆς βασιλείας προσε‐ λάβετο, ὃς τοὺς αἱρετικοὺς συγκροτῶν οὐ διέλιπεν ἐπισκόπους καὶ πρεσβυτέρους καὶ διακόνους καὶ λαοὺς ἐξορίζων καὶ πλεῖστα ἀθέ‐ μιτα καὶ ὠμότατα κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας μηχανώμενος.
20ὕστερον δὲ τοῖς Γότθοις πόλεμον συμβαλὼν καὶ κατὰ κράτος ἡτ‐ τηθεὶς φεύγει σὺν ὀλίγοις εἰς οἴκημα, ἐν ᾧ τοῦτον κατέκαυσαν οἱ πολέμιοι σὺν τοῖς συνοῦσιν αὐτῷ καὶ αὐτῷ οἰκήματι, βασιλεύ‐ σαντα ἀνοσίως ἔτη ιδʹ. Οὐαλεντινιανὸς δὲ ὁ μέγας ἐκ τῶν μερῶν
τῆς Γαλλίας ἐλθὼν ἐτελειώθη, κληρονόμους τῆς ἑαυτοῦ βασιλείας38

39

καταλιπὼν Γρατιανὸν τὸν υἱὸν αὐτοῦ, Αὔγουστον ὄντα καὶ ἐν Ῥώμῃ διατρίβοντα, καὶ Οὐαλεντινιανὸν νέον κομιδῇ τυγχάνοντα, ὃν ἡ ἀνάγκη τῶν ἐπιχειρούντων τὸν τόπον τῆς βασιλείας ὑφαρπά‐ ζειν παρεσκεύασεν καὶ ἀπόντος τοῦ ἀδελφοῦ τὴν πορφυρᾶν ἀνα‐
5δήσασθαι. Ὁ δέ γε Γρατιανὸς τὸν μέγαν Θεοδόσιον ἐξ Ἱσπανίας ἀγα‐ γὼν προεχειρίσατο εἰς βασιλέα, γαμβρὸν αὐτοῦ ὄντα, πρὸς τὸ πολεμεῖν τοῖς Σκύθαις τὴν Θρᾴκην ληϊζομένοις. ὁ δὲ Γρατιανὸς κατ’ ἐπιβουλὴν Μαξίμου τινὸς δι’ Ἀνδραγαθίου ἀνῃρέθη, καὶ
10ὑπὸ Θεοδοσίου εἰς τοὺς βασιλικοὺς τάφους μετετέθη. Μετὰ δὲ Γρατιανὸν ἐβασίλευσε Θεοδόσιος ὁ μέγας ἔτη ιζʹ, ὃς τῷ θεολόγῳ Γρηγορίῳ τὴν ἐπισκοπὴν ἐκύρωσε Κωνσταντινου‐ πόλεως καὶ μὴ θελήσαντι, βιασάμενος, ὡς πολλὰ καμόντι καὶ τῆς πλάνης τῶν αἱρέσεων τὴν πόλιν ἐλευθερώσαντι. ὀλίγους δὲ
15τῶν Αἰγυπτίων μαθὼν ὁ θεῖος Γρηγόριος τῶν λόγου τούτου φθο‐ νήσαντας, τὸν Συντακτήριον συνθεὶς τῆς ἐπισκοπικῆς διοικήσεως ὑπεχώρησεν. ἀντ’ αὐτοῦ δὲ Νεκτάριον προχειρίζεται ὅ τε βασι‐ λεὺς καὶ ἡ σύνοδος, ὅτε καὶ ἡ δευτέρα σύνοδος γέγονεν ἐν Κων‐ σταντινουπόλει τῶν ρνʹ ἁγίων πατέρων κατὰ Μακεδονίου τοῦ
20πνευματομάχου, ἐπισκόπου γεγονότος Κωνσταντινουπόλεως. ἐπὶ δὲ Θεοδοσίου καὶ ἡ τιμίας κεφαλὴ τοῦ προδρόμου ἐν Κωνσταντι‐ νουπόλει διεκομίσθη. ἐν δὲ τῷ μεταξὺ Οὐαλεντινιανὸς ἐν τοῖς τῆς δύσεως μέρεσιν βρόχῳ χρησάμενος τὸ τέλος εὗρε τοῦ βίου, δι’ ἣν
αἰτίαν μέχρι τοῦ παρόντος οὐκ ἴσμεν. ὁ δέ γε Θεοδόσιος ἐν μὲν39

40

τῇ ἀνατολῇ τὸν Ἀρκάδιον προσέταξε τὴν παραδοθεῖσαν αὐτῷ βα‐ σιλείαν φυλάττειν, Ὁνώριον δὲ τῇ αὐτοῦ τιμήσας ἀξίᾳ ἐπὶ τὴν τῆς δύσεως βασιλείαν ἐλθεῖν ταχέως προσέταξεν. ἐλθόντα δὲ αὐτὸν περιεπτύξατο καὶ ἐφίλησεν, καὶ τὰ τῆς βασιλείας σκῆπτρα
5τῆς δύσεως παραδεδωκὼς αὐτῷ αὐτὸς εἰς τὸν βελτίονα μετέστη βίον, ἐπὶ ιζʹ ἐνιαυτοὺς τὴν βασιλείαν εὐτυχῶς διοικήσας. Μετὰ δὲ Θεοδόσιον ἐβασίλευσεν Ἀρκάδιος ὁ υἱὸς αὐτοῦ ἔτη κβʹ, ὃς τὸν κίονα τοῦ Ξηρολάφου στήσας ἐν αὐτῷ καθίδρυσε τὸν ἑαυτοῦ ἀνδριάντα, καὶ πόλιν ἐν τῇ Θρᾴκῃ κτίσας ἐπωνόμασεν
10Ἀρκαδιούπολιν, ὅτε καὶ Νεκταρίου τελευτήσαντος κοινῇ ψήφῳ Ἀρκάδιος ἐκ τῆς Ἀντιοχέων πόλεως Ἰωάννην τὸν Χρυσόστομον μεταστειλάμενος χειροτονηθῆναι παρεσκεύασεν ἐπίσκοπον Κων‐ σταντινουπόλεως. Μετὰ δὲ Ἀρκάδιον ἐβασίλευσε Θεοδόσιος υἱὸς αὐτοῦ, ὁ
15καὶ Καλλιγράφος, ἔτη λβʹ, ὃς τὸν ἐν τοῖς Χαλκοπρατείοις ναὸν ἔκτισε τῆς θεοτόκου, πρότερον ὄντα συναγωγὴν Ἰουδαίων. ἐφ’ οὗ καὶ οἱ ἐν Ἐφέσῳ ἑπτὰ παῖδες οἱ κοιμηθέντες ἐπὶ Δεκίου ἀνέ‐ στησαν μετὰ ἔτη τβʹ. ὃς πέμψας εἰσήγαγε τὸ λείψανον τοῦ Χρυ‐ σοστόμου, καὶ ἀπέθετο ἐν τῷ θυσιαστηρίῳ τῶν ἁγίων ἀποστόλων,
20ὅτε καὶ ἡ τρίτη γέγονε σύνοδος τῶν ςʹ πατέρων ἐν Ἐφέσῳ κατὰ Νεστορίου. ὁ δὲ βασιλεὺς Θεοδόσιος μετά τινα χρόνον ἐξῆλθεν ἱππασόμενος, καὶ συμπεσόντος αὐτοῦ τοῦ ἵππου πληγεὶς εἰσῆλθεν ἐν φορείῳ, καὶ καλέσας τὴν ἀδελφὴν αὐτοῦ Πουλχερίαν εἶπεν
αὐτῇ περὶ Μαρκιανοῦ τοῦ μετ’ αὐτὸν βασιλεύσαντος· “τοῦτο γάρ40

41

μοι” φησίν “ἀπεκάλυψεν Ἰωάννης ὁ θεολόγος ἐν Ἐφέσῳ ὄντι.” καὶ μετὰ βʹ ἡμέρας ἐτελεύτησεν. Μετὰ δὲ Θεοδόσιον ἐβασίλευσε Μαρκιανὸς ἔτη ϛʹ καὶ μῆνας εʹ, στεφθεὶς ὑπὸ Ἀνατολίου πατριάρχου· τοῦ γὰρ Θεοδοσίου
5τελευτήσαντος, καὶ μήπω τινὶ τούτου γνωσθέντος, μεταστειλα‐ μένη τοῦτον ἡ Πουλχερία στρατιώτην ὄντα γέροντα, ἐν σωφρο‐ σύνῃ καὶ σεμνότητι βίου διαπρέποντα, φησὶ πρὸς αὐτόν “ἐπειδὴ ὁ βασιλεὺς ἐτελεύτησεν, ἐγὼ δέ σε ἐξελεξάμην ἐκ πάσης τῆς συγκλή‐ του ὡς ἐνάρετον, δός μοι λόγον ὅτι φυλάττεις μου τὴν παρθενίαν
10ἄσυλον, ἣν τῷ θεῷ ἀνεθέμην, καὶ ἀναγορεύω σε εἰς βασιλέα.” τοῦ δὲ συνθεμένου ταῦτα μεθ’ ὅρκου προσκαλεῖται τὸν πατριάρ‐ χην καὶ τὴν σύγκλητον, καὶ ἀναγορεύει αὐτὸν βασιλέα. ἐφ’ οὗ καὶ ἡ τετάρτη γέγονε σύνοδος ἐν Χαλκηδόνι τῶν χλʹ πατέρων κατὰ Εὐτυχοῦς καὶ Διοσκούρου. ὁ δὲ βασιλεὺς Μαρκιανὸς στεφθεὶς
15***τοὺς πόδας, καὶ ἀρρωστήσας ἐπὶ μῆνας πέντε ἐτελεύτησεν. Μετὰ δὲ Μαρκιανὸν ἐβασίλευσε Λέων ὁ μέγας ὁ λεγόμενος Μάκελ ἔτη ιηʹ, διὰ τὴν ἀρετὴν αὐτοῦ καὶ ὀρθοδοξίαν προβληθεὶς παρὰ Ἄσπαρος καὶ Ἀρδαβουρίου, οὓς αὐτὸς ὕστερον ἀνεῖλεν ὡς Ἀρειανοὺς καὶ μήτε ὀρθὴν πίστιν ἔχοντας πρὸς αὐτὸν καὶ κακῶς
20τὰ πράγματα διοικεῖν βουλομένους. γράψας δὲ ἐπιστολὴν πρὸς Ἀνθέμιον βασιλέα Ῥώμης καὶ τοῦτο ἔθετο, ὅτι ἐγὼ ἐφόνευσα
Ἄσπαρα καὶ Ἀρδαβούριον, ἵνα μηδεὶς ἐναντιῶταί μοι. Μάκελ41

42

γὰρ λέγεται Ῥωμαϊστὶ ὁ σφαγεύς. ἐφ’ οὗ καὶ ὁ μέγας ἐμπρησμὸς γέγονεν ἀπὸ τοῦ νεωρίου μέχρι τοῦ ἁγίου Θωμᾶ. καὶ τῆς θεο‐ τόκου ἡ ἐσθὴς εὑρεθεῖσα ἐν Ἱεροσολύμοις παρά τινι εὐλαβεστάτῃ γυναικὶ Ἑβραΐδι καὶ παρθένῳ ἱερῶς φυλαττομένη, καὶ ἐν Κων‐
5σταντινουπόλει διακομισθεῖσα, ἐν Βλαχέρναις ἀπετέθη, ἔνθα ὁ βασιλεὺς ναὸν ᾠκοδόμησε τῆς θεομήτορος, καὶ σορὸν ἐκ χρυσοῦ καὶ ἀργύρου κατασκευάσας κατέθετο ταύτην, ἥτις ἐξ ἐρίων εὐ‐ φθάρτων ἐξυφασμένη καὶ στημόνων ὁμοιοειδῶν καὶ ὁμοχρόων ἀδιάφθαρτός ἐστιν καὶ ἀδιάλυτος μέχρι τοῦ νῦν, τῆς ἀειπαρθένου
10τὸ θαῦμα σαφῶς κηρύττουσα. ὁ δέ γε βασιλεὺς Λέων δυσεντε‐ ριάσας ἀπέθανεν. Μετὰ δὲ Λέοντα ἐβασίλευσε Λέων ὁ μικρὸς ὁ ἔκγονος αὐ‐ τοῦ, ὁ ἀπὸ Ζήνωνος καὶ Ἀριάδνης, ἔτος ἕν. Μετὰ δὲ Λέοντα τὸν μικρὸν ἐβασίλευσε Ζήνων ὁ Ἴσαυρος
15καὶ πατὴρ αὐτοῦ ἔτη ιαʹ, καὶ ἀπέθανε δυσεντεριάσας. ὃς ἅμα τῷ βασιλεῦσαι ἐπιβουλευθεὶς παρὰ Βηρίνης τῆς πενθερᾶς αὐτοῦ, γυναικὸς Λέοντος τοῦ μεγάλου, ὡς παρὰ γνώμην αὐτῆς βασιλεύ‐ σας, προσέφυγε τῇ ἰδίᾳ πατρίδι. ἡ δὲ Βηρίνα ἔστεψε Βασιλί‐ σκον τὸν ἀδελφὸν αὐτῆς. μετὰ δὲ ταῦτα Ζήνων ὑποστρέψας ἐν
20Κωνσταντινουπόλει, καὶ τοῦτον χειρωσάμενος, τῇ ἐκκλησίᾳ προσ‐ φυγόντα ἅμα γυναικὶ καὶ τέκνοις ἐξώρισεν ἐν τῷ φρουρίῳ Καπ‐ παδοκίας, ἐν ᾧ βληθέντες ἐν πύργῳ τῆς θύρας ἀναφραγείσης ἐτε‐ λεύτησαν. ἐφ’ οὗ καὶ Μαρτύριος ὁ Ἀντιοχείας διὰ τὴν τοῦ Ζή‐
νωνος περὶ τὴν ὀρθόδοξον πίστιν διαστροφὴν ἀποταξάμενος τῇ ἐπι‐42

43

σκοπῇ ἀνεχώρησεν, οὗ ἀναχωρήσαντος Πέτρος ὁ Κναφεὺς τυραν‐ νικῶς τῷ θρόνῳ ἐπεπήδησεν· ὅστις Μαρτύριος πρῶτος ἐπενόησε τὸ μύρον ἐν τῇ ἐκκλησίᾳ ἐπὶ παντὸς τοῦ λαοῦ ἁγιάζεσθαι, καὶ ἐν ἑκάστῃ εὐχῇ τὴν θεοτόκον ὀνομάζεσθαι, καὶ ἐν πάσῃ συνάξει τὸ
5σύμβολον τῆς πίστεως λέγεσθαι, πρότερον μὴ λεγόμενον εἰ μὴ ἅπαξ τοῦ ἐνιαυτοῦ ἐν τῇ μεγάλῃ παρασκευῇ. καὶ Βαρνάβα τοῦ ἀποστόλου τὸ λείψανον εὑρέθη ὑπὸ δένδρον κερασίαν, ἔχον ἐπὶ στήθους τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἰδιόγραφον τοῦ Βαρνάβα. ἐξ ἧς προφάσεως παραγεγόνασι Κύπριοι τοῦ μὴ τελεῖν ὑπὸ Ἀν‐
10τιόχειαν τὴν κατ’ αὐτοὺς μητρόπολιν. ὅπερ εὐαγγέλιον ἀποτεθὲν παρὰ Ζήνωνος ἐν τῷ παλατίῳ εἰς τὸν ναὸν τοῦ ἁγίου Στεφάνου ἀναγινώσκεται κατ’ ἐνιαυτὸν τῇ ἁγίᾳ μεγάλῃ πέμπτῃ. Μετὰ δὲ Ζήνωνα ἐβασίλευσεν Ἀναστάσιος ὁ Δίκορος ἀπὸ σελεντίων, τῶν Ἀκεφάλων καὶ αὐτὸς ὤν, ἔτη ιγʹ· ὃς εἶδε καθ’
15ὕπνους φοβερόν τινα τῇ χειρὶ κατέχοντα κώδικα γεγραμμένον καὶ λέγοντα αὐτῷ “ἰδοὺ διὰ τὴν ἀπιστίαν σου ἀπαλείφω τῆς σῆς ζωῆς ἔτη ιδʹ.” καὶ βροντῶν καὶ ἀστραπῶν παρὰ τὸ παλάτιον γενομέ‐ νων, καὶ τοῦ βασιλέως μονωτάτου καταλειφθέντος καὶ ἀπὸ τόπου εἰς τόπον φεύγοντος, ἐν ἑνὶ τῶν κοιτωνίσκων (Ὤατον δὲ ἐλέγετο)
20κατέλαβεν αὐτὸν ἡ ὀργή, ὥστε αἰφνίδιον εὑρεθῆναι νεκρόν. φασὶ δὲ μετὰ τὸ ταφῆναι μεθ’ ἡμέρας βοᾶν “ἐλεήσατέ με καὶ ἀνοίξατε.”
τῶν μνημοναρίων δὲ εἰπόντων “ἄλλος βασιλεύει,” εἰπεῖν “οὐδέν43

44

μοι μέλει· εἰς μοναστήριον ἀπαγάγετέ με καὶ ποιήσατε μοναχόν.” οἱ δὲ εἴασαν αὐτόν. μετ’ οὐ πολὺ δὲ τοῦ μνήματος ἀνοιγέντος εὑρέθη φαγὼν τοὺς βραχίονας αὑτοῦ καὶ τὰ καλήγια, ἅπερ ἐπε‐ δέδυτο.
5 Μετὰ δὲ Ἀναστάσιον ἐβασίλευσεν Ἰουστῖνος ὁ Θρᾲξ ὁ μέ‐ γας ἐν βασιλεῦσιν ἔτη θʹ, ἄριστος ἐν πολέμοις καὶ ζηλωτὴς τῆς ὀρθοδόξου πίστεως, ἐφ’ οὗ καὶ τὰ κατὰ τὸν ἅγιον Ἀρέθαν καὶ τοὺς ἐν Νεγρᾷ τῇ πόλει ἐπράχθη, καὶ τὰ κατὰ τῶν Ὁμηριτῶν δι’ Ἐλεσβαᾶ τοῦ βασιλέως τῶν Αἰθιόπων. τελευτήσας δὲ ὁ βασιλεὺς
10Ἰουστῖνος κατέλιπε βασιλέα Ἰουστινιανὸν ἀνεψιὸν αὐτοῦ. Μετὰ δὲ Ἰουστῖνον ἐβασίλευσεν Ἰουστινιανὸς ἀνεψιὸς αὐτοῦ ἔτη λθʹ, ὃς ἐποίησε τὰς νεαρὰς διατάξεις. ἀνεκαίνισε δὲ καὶ τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν εἰς κάλλος καὶ μέγεθος ὑπὲρ τὸ πρό‐ τερον, παραδοὺς καὶ τροπάριον ἐν αὐτῇ ψάλλεσθαι “ὁ μονογενὴς
15υἱὸς καὶ λόγος τοῦ θεοῦ.” καὶ ἡ Ὑπαπαντὴ ἔλαβεν ἀρχὴν ἑορτά‐ ζεσθαι, μὴ συναριθμουμένη πρότερον ταῖς δεσποτικαῖς ἑορταῖς. γέγονε δὲ καὶ ἡ πέμπτη σύνοδος τῶν ρξεʹ ἁγίων πατέρων κατὰ Ὠριγένους καὶ τῶν τὰ ἐκείνου ἀσεβῆ δόγματα διαδεξαμένων Διδύ‐ μου καὶ Εὐαγρίου καὶ τῶν παρ’ αὐτῶν ἐκτεθέντων κεφαλαίων.
20εἰς δὲ τὰ τέλη αὐτοῦ ὁ βασιλεὺς κινήσας τὸ περὶ φθαρτοῦ καὶ ἀφθάρτου δόγμα ἀλλότριος τῆς εὐσεβείας ἐτελεύτησεν, προβαλ‐ λόμενος Ἰουστῖνον ἀνεψιὸν αὐτοῦ εἰς βασιλέα, κουροπαλάτην τότε
ὄντα.44

45

Μετὰ δὲ Ἰουστινιανὸν ἐβασίλευσεν Ἰουστῖνος ὁ ἀνεψιὸς αὐ‐ τοῦ ἔτη ιγʹ, μεγαλοδωρότατός τε ὢν καὶ φιλοκτίστης. ἔκτισε παλάτιον ἔξω τῆς πόλεως καὶ λιμένα ἐν τῇ πόλει. καὶ τὸ μὲν ἐκάλεσε Σοφιανάς, τὴν δὲ Σοφίαν εἰς ὄνομα τῆς ἑαυτοῦ γυναικός.
5ἔκτισε δὲ καὶ τὴν ἐν τῷ ὀρφανοτροφείῳ ἐκκλησίαν τῶν ἁγίων ἀπο‐ στόλων Πέτρου καὶ Παύλου. εἶτα νόσῳ ληφθεὶς καὶ μέλλων τε‐ λευτᾶν τόν τε πατριάρχην καὶ τὴν σύγκλητον πᾶσαν προσκαλεσά‐ μενος Τιβέριον εἰς βασιλέα προεβάλετο. Μετὰ δὲ Ἰουστῖνον ἐβασίλευσε Τιβέριος ὁ Θρᾲξ ἔτη δʹ, ὃς
10τὴν ἰδίαν γυναῖκα Ἀναστασίαν ἀναγορεύσας, Σοφίαν τὴν τοῦ Ἰου‐ στίνου γυναῖκα εἰς τὸ ἐν τῷ Ἰουλιανοῦ λιμένι παλάτιον κελεύσας ἀπαχθῆναι, κουβικουλαρίους καὶ ἑτέρους τινὰς εἶναι εἰς ὑπουρ‐ γίαν αὐτῆς ἔδωκεν· ἣν καὶ ἐτίμα ἴσα μητρί, ποιῶν πᾶσαν θερα‐ πείαν αὐτῆς. μέλλων δὲ τελευτᾶν Μαυρίκιον τὸν ἐπὶ θυγατρὶ
15αὐτοῦ γαμβρὸν βασιλέα ἀνηγόρευσεν. Μετὰ δὲ Τιβέριον ἐβασίλευσε Μαυρίκιος Ἀρμένιος καὶ γαμ‐ βρὸς αὐτοῦ ἔτη κʹ. οὗτος γαμβρὸν ἔσχεν ὀνόματι Φιλιππικόν, ὃς ἔκτισε μονὴν ἐν Χρυσοπόλει ἐπ’ ὀνόματι αὐτοῦ. ὁ δὲ Μαυρίκιος τὴν τοῦ Φωκᾶ τυραννίδα μαθὼν καὶ τὴν τοῦ λαοῦ ἐπανάστασιν
20φεύγων, μεσούσης νυκτὸς τὴν βασιλικὴν ἐσθῆτα ἀποδυσάμενος καὶ ἰδιωτικὴν ἐνδυσάμενος εἰσῆλθεν εἰς δρόμωνα σὺν τῇ γυναικὶ αὐτοῦ καὶ τοῖς τέκνοις, καὶ μετὰ κινδύνου εἰς τὸν ἅγιον Αὐτόνο‐
μον διασωθεὶς καὶ πρός τι φρούριον ὀχυρὸν σπεύδων καταφυγεῖν45

46

οὐκ ἴσχυσεν· αἴφνης γὰρ ἐπιτίθενται αὐτῷ σφοδρότατοι πόνοι καὶ ἀρθρίτιδες ποδαλγίας καὶ χειραλγίας, ὥστε κεῖσθαι αὐτὸν ἀμε‐ τακίνητον. ὁ δὲ Φωκᾶς ὑπὸ τοῦ λαοῦ δεχθεὶς εἰσῆλθεν εἰς τὰ βασίλεια.
5 Μετὰ οὖν Μαυρίκιον ἐβασίλευσε Φωκᾶς ὁ Καππαδόκης καὶ τύραννος ἔτη ηʹ. ὁ δὲ γαμβρὸς αὐτοῦ Πρίσκος μὴ φέρων ὁρᾶν τοὺς ἀδίκους φόνους καὶ τὰ ὑπ’ αὐτοῦ γινόμενα δεινὰ γράφει Ἡρακλείῳ στρατηγῷ ὄντι τότε ἐν Ἀφρικῇ, ὅπως ἀνέλθῃ μετὰ στόλου κατὰ τοῦ τυράννου· οὗ ἀνελθόντος καὶ πολέμου κροτη‐
10θέντος ἡττᾶται Φωκᾶς ὁ ἀλιτήριος, καὶ κατασχεθεὶς καὶ τὰς χεῖρας καὶ τοὺς πόδας καὶ τοὺς ὤμους ἀκρωτηριασθεὶς καὶ τὰ αἰδοῖα ἐκτμηθεὶς καὶ κοντῷ ἀναρτηθείς, εἶτα καὶ τὴν κεφαλὴν ἀποτμηθείς, τὸ λοιπὸν αὐτοῦ σῶμα ἐν τῇ τοῦ βοὸς λεγομένῃ ἀγορᾷ πυρὶ παρεδόθη.
15 Μετὰ δὲ Φωκᾶν ἐβασίλευσεν Ἡράκλειος ἔτη λʹ, ὃν Σέργιος ἔστεψεν ἐν τῷ ναῷ τοῦ ἁγίου Στεφάνου ἐν τῷ παλατίῳ. ἐστέφθη δὲ ἅμα αὐτῷ ἡ μεμνηστευμένη αὐτῷ Εὐδοκία Αὐγούστα τοῖς στεφάνοις τοῦ γάμου, ὁμοῦ αὐτοκράτορες καὶ νυμφίοι ἀναδειχθέν‐ τες. ἐφ’ οὗ καὶ Χοσρόης ὁ Πέρσης ἐπόρθησε τὰ Ἱεροσόλυμα,
20καὶ τοὺς σεβασμίους τόπους ἐνέπρησε, καὶ πλῆθος λαῶν ᾐχμα‐ λώτευσεν σὺν τῷ πατριάρχῃ Ζαχαρίᾳ καὶ τοῖς τιμίοις ξύλοις, καὶ εἰς Περσίδα ἀνήγαγε. τοῦ δὲ Χοσρόου μετὰ χρόνους ἀναιρεθέν‐ τος πάλιν ἡ αἰχμαλωσία ἀνεκλήθη καὶ ὁ ζωοποιὸς σταυρὸς τοῖς
ἰδίοις τόποις ἀποκατέστη. οὗτος οὖν ὕστερον ὑπ’ Ἀθανασίου46

47

πατριάρχου τῶν Ἰακωβιτῶν καὶ Σεργίου Κωνσταντινουπόλεως τοῦ Σύρου ἀπατηθεὶς εἰς τὴν τῶν Μονοθελητῶν αἵρεσιν ἐξεκυλίσθη, καὶ δὴ νόσῳ ὑδερικῇ περιπεσὼν καὶ δεινῶς τιμωρηθεὶς τέθνηκεν. Μετὰ δὲ Ἡράκλειον ἐβασίλευσε Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ
5ἔτος αʹ, ὃς φαρμάκῳ ὑπὸ τῆς ἰδίας μητρυιᾶς Μαρτίνης ἀναι‐ ρεῖται. Μετὰ δὲ Κωνσταντῖνον ἐβασίλευσεν Ἡρακλωνᾶς ἅμα Μαρ‐ τίνῃ μητρὶ αὐτοῦ μῆνας δʹ, ὃν ἡ σύγκλητος ἀπώσατο ῥινοκοπή‐ σασα αὐτὸν τήν τε Μαρτῖναν γλωσσοτομήσασα καὶ ἀμφοτέρους
10ἐξορίσασα. Μετὰ δὲ Ἡρακλωνᾶν ἐβασίλευσε Κώνστας υἱὸς Κωνσταν‐ τίνου, ἔκγονος δὲ Ἡρακλείου, ἔτη κζʹ, ὃς Μαρτῖνον τὸν ἁγιώ‐ τατον πάπαν Ῥώμης ἀγαγὼν ἀτίμως ἐν Κωνσταντινουπόλει διὰ τὸ ἐλέγχεσθαι ὑπ’ αὐτοῦ τὸ μονοθέλητον αὐτοῦ δόγμα ἐξώρισεν ἐν
15Χερσῶνι, καὶ Μαξίμου τοῦ ὁμολογητοῦ τὴν γλῶτταν καὶ τὴν δεξιὰν ἀπέτεμε χεῖρα, καὶ πολλοὺς ἑτέρους τῶν ὀρθοδόξων αἰκίαις καὶ δημεύσεσι καὶ ἐξορίαις κατεδίκασε διὰ τὴν αὐτὴν αἰτίαν. εἶτα καταλιπὼν τὴν Κωνσταντινούπολιν διὰ τὸ μισηθῆναι ὑπὸ τῶν Βυζαντίων σφοδρῶς μετέστη ἐν Συρακούσαις τῆς Σικελίας, ἔνθα
20ἐν βαλανείῳ σμηχόμενος μετὰ κάδου παρὰ Ἀνδρέου τινὸς κατὰ κορυφῆς λαβὼν ἐτεθνήκει. Μετὰ δὲ Κώνσταν ἐβασίλευσε Κωνσταντῖνος υἱὸς αὐτοῦ
ἔτη ιζʹ, ὃς καὶ Γερμανὸν τὸν γενόμενον πατριάρχην εὐνούχισεν,47

48

ἀνελὼν τὸν αὐτοῦ πατέρα. ἐκλήθη δὲ Πωγωνάτος διὰ τὸ ἀγένειον ἀπελθεῖν εἰς Σικελίαν ἐπὶ τὴν τοῦ πατρὸς ἐκδίκησιν καὶ ἐπανελ‐ θεῖν μετὰ πώγωνος. τοὺς δὲ δύο ἀδελφοὺς αὐτοῦ Ἡράκλειον καὶ Τιβέριον ἐρινοτόμησεν ὡς ὑπὸ τοῦ λαοῦ ἀναγορευομένους,
5αὐτοῦ τοῦτο μὴ θέλοντος. ἔστεψε δὲ Ἰουστινιανὸν υἱὸν αὐτοῦ συμβασιλεύειν αὐτῷ. ἐν δὲ τῷ ιγʹ ἔτει τῆς αὐτοῦ βασιλείας σύνοδον οἰκουμενικὴν ἐν Κωνσταντινουπόλει συνήθροισε τῶν ροʹ ἁγίων πατέρων κατὰ Θεοδώρου τῆς Φαρὰν ἐπισκόπου, Ὁνωρίου Ῥώμης καὶ Κύρου Ἀλεξανδρείας, Σεργίου τε καὶ Πύρρου καὶ
10Παύλου καὶ Πέτρου Κωνσταντινουπόλεως γεγονότων ἐπισκόπων καὶ καθ’ ἑτέρων λεγόντων ἓν θέλημα καὶ μίαν ἐνέργειαν κατὰ τοῦ σωτῆρος ἡμῶν Χριστοῦ, καὶ ἀναθεματίσασα ἐξεφώνησε δύο θε‐ λήματα φυσικὰ ἤγουν θελήσεις καὶ δύο φυσικὰς ἐνεργείας ἐπὶ τοῦ ἑνὸς Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἐπιδείκνυσθαι. ὁ δὲ βασιλεὺς δυσεν‐
15τερίᾳ ληφθεὶς ἀπεβίω. Μετὰ δὲ Κωνσταντῖνον ἐβασίλευσεν Ἰουστινιανὸς υἱὸς αὐ‐ τοῦ ἔτη ιʹ, ὃς τὸν Ἰουστινιανοῦ λεγόμενον τρίκλινον ἐν τῷ παλα‐ τίῳ ἔκτισεν. ὕστερον δὲ ὑπὸ Λεοντίου ῥινοτμηθεὶς ἐξωρίσθη ἐν Χερσῶνι.
20 Μετὰ δὲ Ἰουστινιανὸν ἐβασίλευσε Λεόντιος ἔτη γʹ, ὃς τὸν πατρίκιον Ἰωάννην μετὰ Ῥωμαϊκοῦ στόλου κατὰ τῶν Ἀγαρηνῶν ἐκπέμπει ἐν Ἀφρικῇ· ὃς τοὺς ἐχθροὺς τροπωσάμενος καὶ τὴν Ἀφρικὴν ἐλευθερώσας εἰς βασιλέα ἐπορεύετο. ἀλλ’ ὁ στρατὸς
ὑπὸ τῶν ἰδίων ἀρχόντων εἰς βουλὴν πονηρὰν ἐκτραπείς, καὶ τὸν48

49

πατρίκιον Ἰωάννην φονεύσας, καὶ τὸν βασιλέα ἀναθεματίσας, Ἀψίμαρον δρουγγάριον τῶν Κιβυρραιωτῶν βασιλέα ἀνηγόρευσαν, Τιβέριον αὐτὸν μετονομάσαντες, ὃς διὰ τῆς τῶν Βλαχερνῶν πόρ‐ της προδοσίας γενομένης ἐν τῇ πόλει εἰσελθὼν καὶ τὸν Λεόν‐
5τιον χειρωσάμενος καὶ ῥινοκοπήσας ἐν τῇ μονῇ τῶν Δαλμάτων περιώρισεν. Μετὰ δὲ Λεόντιον ἐβασίλευσεν Ἀψίμαρος ὁ καὶ Τιβέριος ἔτη ζʹ. ὁ δὲ Ἰουστινιανὸς ὁ παρὰ Λεοντίου ῥινοκοπηθεὶς ἐκ Χερσῶνος λάθρα τινὰς ἀναλαβόμενος ἀπέπλευσεν ἐπὶ τὸ στόμιον
10τοῦ Ἴστρου, καὶ διασωθεὶς ἀπέστειλε πρὸς Τέρβελον τὸν Βούλ‐ γαρον δοῦναί οἱ συμμαχίαν τοῦ κρατῆσαι τῆς προγονικῆς βασι‐ λείας. ὁ δὲ οὐ μόνον συμμαχίαν ἀλλὰ καὶ ἑαυτὸν ἐπιδέδωκε, σὺν αὐτῷ ἐπὶ τὴν βασιλεύουσαν παραγενόμενος. εἰσῆλθεν οὖν Ἰου‐ στινιανὸς σὺν ὀλίγοις ὁμοφύλοις διὰ τοῦ ἀγωγοῦ προδοσίᾳ τινῶν
15ἐκ τῆς πόλεως, καὶ ἐξῆλθεν εἰς τὴν ἁγίαν Ἄνναν τὴν λεγομένην δι’ αὐτὸν δευτέραν, καὶ κατεσκήνωσεν ἐν τοῖς παλατίοις τῶν Βλαχερνῶν· ὅπερ μαθὼν ὁ Ἀψίμαρος εἰς Ἀπολλωνιάδα φεύγει, λαβὼν μεθ’ ἑαυτοῦ πολλὰ χρήματα. ὁ οὖν Ἰουστινιανὸς τόν τε Λεόντιον καὶ Ἀψίμαρον τὸν μὲν τῆς βασιλείας τὸν δὲ τῆς φυλακῆς
20ἐξαγαγών, καὶ ἀμφοτέρους τοῖς ποσὶν αὑτοῦ ὑποθείς, ἐν τῷ Ἱπ‐ ποδρομίῳ κεφαλικῶς αὐτοὺς ἐτιμωρήσατο. Μετὰ δὲ Ἀψίμαρον ἐβασίλευσε πάλιν Ἰουστινιανὸς ἔτη ζʹ,
δῶρα πολλὰ τῷ Τέρβελι δοὺς καὶ χώραν Ῥωμαϊκὴν τὴν λεγομέ‐49

50

νην νῦν Ζαγόρια. Ἡράκλειον δὲ ἀδελφὸν αὐτοῦ καὶ τοὺς συνα‐ σπιζομένους αὐτῷ ἀνεσκολόπισεν. Καλλίνικον δὲ τὸν πατριάρχην τυφλώσας ἐν Ῥώμῃ ἐξώρισεν· ἀνθ’ οὗ προεβάλετο Κυριακὸν τὸν ἐν τῇ νήσῳ Ἀμάστριδος ὄντα ὡς προαγορεύσαντα αὐτῷ τὴν τῆς
5βασιλείας ἀποκατάστασιν. Χερσωνίταις δὲ μνησικακῶν ἀπὸ τῆς ἐξορίας στόλον ἐξώπλισεν κατ’ αὐτῶν, καὶ ἀπέστειλε τῷ πατρικίῳ Μαύρῳ τοῦτον ἐγχειρισάμενος. οἱ δὲ τὸν μὲν Ἰουστινιανὸν καθύ‐ βρισαν, τὸν δὲ ἐκεῖσε ἐξόριστον ὄντα ὑπὸ Ἀψιμάρου Φιλιππικόν, υἱὸν Νικηφόρου πατρικίου, βασιλέα θᾶττον ἀνηγόρευσαν. ὅπερ
10γνοὺς ὁ τύραννος Ἰουστινιανός, καὶ ἐπὶ πλεῖον θυμωθεὶς καὶ φοβηθείς, ἀνῆλθε μέχρι Σινώπης ἀκριβέστερον περὶ τούτου μα‐ θησόμενος. τοῦ δὲ Φιλιππικοῦ σὺν στόλῳ καταλαβόντος Ἰουστι‐ νιανὸς πρὸς τὸν Δημήτριον ἀπέδρα, καταλειφθεὶς ὑπὸ πάντων· ὃν αὐτίκα Φιλιππικὸς χειρωσάμενος ἀνεῖλεν αἰσχρῶς, καὶ τὴν κε‐
15φαλὴν αὐτοῦ τοῖς Σκύθαις ἐξέπεμψεν. ἀναιρεῖ δὲ καὶ Τιβέριον τὸν υἱὸν αὐτοῦ. Μετὰ δὲ Ἰουστινιανὸν ἐβασίλευσε Φιλιππικὸς ὁ καὶ Βαρ‐ δάνης ἔτη βʹ· ὃν Γεώργιος πατρίκιος, ᾧ ἐπίκλην Βόραφος, καὶ Θεόδωρος πατρίκιος ὁ Μύξης μετὰ ταξεωτῶν αἴφνης ἐκ τῆς Θρᾴ‐
20κης ἐλθόντες καὶ εἰσπηδήσαντες ἁρπάζουσι καὶ εὐθὺς τυφλοῦσι, καὶ τῇ ἐπαύριον συναχθέντος τοῦ λαοῦ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἔστεψαν Ἀρτέμιον πρωτασηκρήτην.
Μετὰ δὲ Φιλιππικὸν ἐβασίλευσεν Ἀρτέμιος ὁ καὶ Ἀναστά‐50

51

σιος ἔτη βʹ, ἐφ’ οὗ καὶ Γερμανὸς ἐκ τῆς μητροπόλεως Κυζίκου μετετέθη εἰς Κωνσταντινούπολιν πατριάρχης. ὁ δὲ κατὰ τῶν Ἀγαρηνῶν παρ’ αὐτοῦ σταλεὶς στόλος στασιάσας καὶ τὸν βασιλέα ἀνασκάψας καὶ τὸν οἰκεῖον ἄρχοντα ἀνελὼν ἀνήρχετο κατὰ τῆς
5βασιλίδος πόλεως. ἐλθόντες δὲ ἐν τῷ Ἀτραμύτῳ εὗρον ἐκεῖσε Θεοδόσιον ἐκλήπτορα τῶν δημοσίων φόρων, ἄνδρα δυσσεβῆ καὶ ἀπράγμονα, καὶ ἀνηγόρευσαν αὐτὸν βασιλέα· ὃς ἐπὶ τὰς Θρᾳκῷα περάσας μέρη ἐν ὄχλῳ βαρεῖ τὴν πόλιν καταλαμβάνει, καὶ διὰ τῆς τῶν Βλαχερνῶν πόρτης εἰσῄει. ὁ δὲ Ἀρτέμιος ἐν Νικαίᾳ
10φυγών, λόγον τε ἀπαθείας λαβών, τὸ μοναδικὸν περιεβάλετο σχῆμα· ὃν Θεοδόσιος ἐν Θεσσαλονίκῃ ἐξώρισεν. Λέων δὲ ὁ καὶ Ἴσαυρος καὶ τῶν ἀνατολικῶν στρατηγὸς ὑπερμαχῶν Ἀρτεμίῳ οὐχ ὑπετάγη Θεοδοσίῳ. Μετὰ δὲ Ἀρτέμιον ἐβασίλευσε Θεοδόσιος ὁ Ἀτραμυτηνὸς
15ἔτη βʹ, ἐφ’ οὗ Λέων ὁ Ἴσαυρος ὑπὸ Μαλσάβα τοῦ τῶν Σαρα‐ κηνῶν ἀρχηγοῦ συγκρατηθεὶς καὶ παρὰ πάντων εὐφημηθεὶς μετὰ πλείστου στρατοῦ καταλαμβάνει τὴν Χρυσόπολιν. ὁ δὲ Θεοδό‐ σιος λόγον ἀπαθείας παρ’ αὐτοῦ λαβὼν παρεχώρησεν αὐτῷ τῆς βασιλείας, κληρικὸς σὺν υἱῷ γενόμενος. τὸν αὐτὸν δέ φασιν οἱ
20ἱστορικοὶ καὶ χρυσογράφον εἶναι, καὶ γεγονέναι ἐπίσκοπον Ἐφέσου ὑπ’ αὐτοῦ. Μετὰ δὲ Θεοδόσιον ἐβασίλευσε Λέων ὁ Ἴσαυρος ὁ καὶ Κό‐
νων ἔτη κεʹ, πολλὰ κακὰ τοῖς Χριστιανοῖς ἐνδειξάμενος διὰ τὴν51

52

τῶν ἁγίων εἰκόνων καθαίρεσιν. ἔστεψε δὲ τὸν υἱὸν αὑτοῦ Κων‐ σταντῖνον. καὶ νόσῳ δυσεντερίας ὁ παμμίαρος καὶ ἀλάστωρ περι‐ πεσὼν τὴν ψυχὴν αἰσχρῶς ἀπέρρηξεν. Μετὰ δὲ Λέοντα ἐβασίλευσε Κωνσταντῖνος υἱὸς αὐτοῦ ἔτη
5λδʹ, ἐκ δεινοτάτου λέοντος ποικιλωτάτη πάρδαλις, ἐκ σπέρματος ὄφεως ἀσπὶς δεινὴ καὶ ὄφις πετόμενος, ὁ ἐκ Δὰν Ἀντίχριστος. οὗτος τὴν πατρῴαν βασιλείαν ἅμα καὶ δυσσέβειαν διαδεξάμενος πλεῖον καὶ μᾶλλον ἐκ θεοῦ καὶ τῆς θεομήτορος καὶ πάντων τῶν ἁγίων διίστατο. ἀλλ’ αἰσχρῶς καὶ οὗτος τὴν ψυχὴν ἀπορρήξας
10θνήσκει ψυχῇ καὶ σώματι, βοῶν ὀδυνηρῶς καὶ λέγων “ζῶν πυρὶ παρεδόθην διὰ τὴν θεοτόκον Μαρίαν. ἀλλ’ ἀπὸ τοῦ νῦν τιμάσθω καὶ ἀνυμνείσθω ὡς θεοτόκος ἀληθὴς οὖσα.” Μετὰ δὲ Κωνσταντῖνον ἐβασίλευσεν ὁ ἐκ τῆς Χαζάρας υἱὸς αὐτοῦ Λέων ἔτη εʹ. ἔστεψε δὲ καὶ τὸν υἱὸν αὑτοῦ Κωνσταντῖνον.
15ὁ οὖν Λέων λιθομανὴς ὑπάρχων ἠράσθη τοῦ στέμματος Μαυρι‐ κίου, καὶ λαβὼν ἐφόρεσεν αὐτὸ καὶ προῆλθεν. ὅθεν ἀπηνθρα‐ κώθη δεινῶς ἡ κεφαλὴ αὐτοῦ, καὶ σφοδροτάτῳ πυρετῷ συνεχό‐ μενος ἐτελεύτησε, τῆς ἱεροσυλίας ἐπίχειρα κομισάμενος. Μετὰ δὲ Λέοντα ἐβασίλευσε Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ
20ἔτη ιζʹ, ἐφ’ οὗ τὸ τῆς εὐσεβείας δόγμα ἔλαβεν ἀρχὴν παρρησιά‐ ζεσθαι καὶ ὁ λόγος τοῦ θεοῦ πλατύνεσθαι. μετὰ δὲ τῆς μητρὸς
αὐτοῦ Εἰρήνης ἐβασίλευσεν, ἥτις καὶ τὸ ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς52

53

ἀρθὲν στέμμα πάλιν τῇ ἐκκλησίᾳ προσήνεγκεν ἐπικαλλωπίσασα διὰ μαργαριτῶν. ἐφ’ ὧν χειροτονεῖται πατριάρχης Ταράσιος ὁ ἀπὸ ἀσηκρητῶν. γέγονε δὲ καὶ ἡ ἑβδόμη σύνοδος τῶν τνʹ ἁγίων πατέρων συνελθόντων ἐν Νικαίᾳ τὸ δεύτερον κατὰ τῆς πρώην
5ἀθέσμως συναθροισθείσης παρὰ Κωνσταντίνου ἐφ’ ὕβρει καὶ καταστροφῇ τῶν ἁγίων εἰκόνων. ἀναθεματίσασα δὲ τοὺς ταύτης ἐξάρχους, τήν τε τῶν σεπτῶν εἰκόνων ἀρχαίαν παραδεδομένην τῇ ἐκκλησίᾳ τιμὴν ἀνανεώσασα, ὥρισε παραπλησίως ταῦτα τῷ σταυ‐ ρῷ προσκυνεῖσθαι. ὁ δὲ Κωνσταντῖνος κατὰ Ἀράβων ἐξελθὼν
10καὶ ὑποστρέψας ἐν τῷ παλατίῳ κρατηθεὶς παρὰ τῶν μεγιστάνων τυφλοῦται βουλῇ τῆς αὐτοῦ μητρὸς Εἰρήνης, ἥτις μετὰ ταῦτα ἐκράτησε τῆς βασιλείας ἔτη εʹ. Μετὰ δὲ Εἰρήνην ἐβασίλευσε Νικηφόρος ὁ ἀπὸ γενικῶν ἔτη ηʹ, ἔστεψε δὲ καὶ τὸν υἱὸν αὑτοῦ Σταυράκιον. ἐφ’ οὗ Ταρασίου
15τελευτήσαντος Νικηφόρος ὁ ἁγιώτατος χειροτονεῖται. ὁ δὲ βασιλεὺς Νικηφόρος κατὰ Βουλγάρων ἐκστρατεύσας ὑπ’ αὐτῶν ἀναιρεῖται. Μετὰ δὲ Νικηφόρον ἐβασίλευσε Σταυράκιος υἱὸς αὐτοῦ ἔτος αʹ καὶ μῆνας βʹ. Μετὰ δὲ Σταυράκιον ἐβασίλευσεν ὁ εὐσεβέστατος Μιχαὴλ
20καὶ γαμβρὸς αὐτοῦ, ᾧ Ῥαγγαβὲ ἦν ἡ προσηγορία, ἔτος αʹ καὶ μῆνας θʹ, στεφθεὶς ὑπὸ Νικηφόρου πατριάρχου. Μετὰ δὲ Μιχαὴλ ἐβασίλευσε Λέων ὁ Ἀρμένιος, ὁ καὶ πα‐
ραβάτης γεγονὼς ὕστερον, ἔτη ζʹ καὶ μῆνας εʹ, στεφθεὶς ὑπὸ Νι‐53

54

κηφόρου πατριάρχου, βεβαιώσας πρότερον ἐγγράφως περὶ τῆς ἑαυτοῦ ὀρθοδοξίας, ἣν ὕστερον ἀθετήσας καὶ κατὰ τῶν ἁγίων εἰκόνων λυττήσας ὁ παμβέβηλος τόν τε ἁγιώτατον Νικηφόρον ἐξώρισεν καὶ πολλοὺς ἄλλους τῶν τῆς εὐσεβείας προμάχων μυρίοις
5δεινοῖς περιέβαλεν. ὃν ἡ θεία δίκη μετῆλθεν κατὰ τὴν ἑορτὴν τῶν γενεθλίων τοῦ σωτῆρος ἡμῶν ἔνδον τοῦ ναοῦ μεληδὸν κατα‐ κοπέντα καὶ οὕτω τὴν ἀνόσιον αὐτοῦ καὶ ἀθλίαν ψυχὴν ἀπορ‐ ρήξαντα. Μετὰ δὲ ταῦτα ἐβασίλευσε Μιχαὴλ ὁ Ἀμορραῖος ἔτη ηʹ καὶ
10μῆνας θʹ, ἔστεψε δὲ καὶ τὸν υἱὸν αὑτοῦ Θεόφιλον· ὃς ὕστερον ἐκ δυσουρίας καὶ τῆς τῶν νεφρῶν ἀλγηδόνος κακῶς ἀπηλλάγη τοῦ ζῆν. ἔσχε δὲ τὴν ἀρχὴν ἀντ’ αὐτοῦ Θεόφιλος ὁ υἱὸς αὐτοῦ μετὰ τῆς μητρὸς αὐτοῦ Εὐφροσύνης. Μετὰ οὖν Μιχαὴλ ἐβασίλευσε Θεόφιλος ὁ υἱὸς αὐτοῦ, ὁ
15νέος Βαλτάσαρ, τῶν ἁγίων ὑβριστὴς καὶ καθαιρέτης καὶ βέβηλος, ἔτη ιβʹ καὶ μῆνας γʹ, καὶ ἀπέθανε δυσεντερικῶς. ἡ δὲ τούτου μήτηρ Εὐφροσύνη ἑκουσίως κατελθοῦσα τοῦ παλατίου ἐν τῇ μονῇ αὐτῆς, ᾗ ἐπώνυμον τὰ Γάστρια, ἡσύχαζεν. αὐτὸς δὲ στέφει τὸν υἱὸν αὑτοῦ Μιχαὴλ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, οὗ δυσεντερικῇ νόσῳ,
20ὡς εἴρηται, κακῶς καὶ ἀθλίως τὴν ψυχὴν ἀπορρήξαντος ἀπεκομί‐ σθη τὸ δύστηνον αὐτοῦ σῶμα εἰς τὸν ναὸν τῶν ἁγίων ἀποστόλων. Μετὰ δὲ Θεόφιλον ἐβασίλευσε Μιχαὴλ ὁ υἱὸς αὐτοῦ, ὁ λε‐
γόμενος Μεθυστής, σὺν τῇ μητρὶ αὐτοῦ Θεοδώρᾳ ἔτη ιδʹ, μόνος54

55

δὲ ἔτη ιʹ, σὺν τῷ Βασιλείῳ δὲ ἔτος αʹ καὶ μῆνας δʹ· ὃς τὴν πα‐ τρῴαν βασιλείαν διαδεξάμενος, τὴν θεοστυγῆ αὐτοῦ αἵρεσιν ἀπο‐ σεισάμενος τὴν ἔκπαλαι θεοφιλῆ καὶ ὀρθὴν πίστιν ἀνεκήρυξε καὶ τὸν ἐν ἁγίοις Μεθόδιον πατριάρχην προεβάλετο. τούτου δὲ πρὸς
5κύριον ἐκδημήσαντος χειροτονεῖται ἀντ’ αὐτοῦ Ἰγνάτιος υἱὸς Μι‐ χαὴλ τοῦ κουροπαλάτου, ὃν ὁ Καῖσαρ Βάρδας, ὡς παρ’ αὐτοῦ ἐλεγχόμενος ἐπί τινι μύσει παρ’ αὐτοῦ πραττομένῳ, βίᾳ τῆς ἐκ‐ κλησίας ἐξέωσεν, ἀντ’ αὐτοῦ δὲ χειροτονεῖ πατριάρχην τὸν Φώ‐ τιον. ὁ δὲ Μιχαὴλ ἀναιρεῖται βουλῇ Βασιλείου.
10 Βασίλειος ὁ Μακεδών, ὁ λεγόμενος Κεφαλᾶς, ἐβασίλευσε μετὰ Μιχαὴλ μὲν ἔτος αʹ καὶ μῆνας δʹ, μόνος δὲ ἔτη ιθʹ. οὗτος Φώτιον τοῦ θρόνου ἐξεώσας ὡς ἐλεγχθεὶς ὑπ’ αὐτοῦ διὰ τὸν τοῦ Μιχαὴλ φόνον, προεχειρίσατο τὸν ἐν ἁγίοις Ἰγνάτιον πατριάρχην τὸ δεύτερον. τούτου δὲ τελευτήσαντος πάλιν Φώτιος προχειρίζε‐
15ται. τοῦτον τὸν βασιλέα ἐξελθόντα πρὸς τὸ κυνηγῆσαι καὶ ἔλα‐ φον παμμεγέθη ἀναφανεῖσάν ποθεν καταδιώκοντα, ἐπιστραφεῖσα ᾖρε τοῦτον μετὰ τοῦ κέρατος αὐτῆς τοῦ ἵππου ἐκ τῆς ζώνης· φθάσας δέ τις καὶ σπάθῃ τὴν ζώνην ἐκκόψας ἐρρύσατο αὐτόν. ἐκ τοῦ τοιούτου οὖν τῆς ἐλάφου σπαράγματος νοσηλευθεὶς τε‐
20λευτᾷ, Λέοντα καταλιπὼν αὐτοκράτορα καὶ τὸν αὐτοῦ ἀδελφὸν Ἀλέξανδρον. Ὁ δὲ Λέων ἐβασίλευσεν ἔτη κεʹ καὶ μῆνας ηʹ. Στέφανος δὲ ὁ αὐτοῦ ἀδελφὸς κληρικὸς ὢν καὶ σύγκελλος ἦν μετὰ Φωτίου
πατριάρχου, ἀνατρεφόμενος παρ’ αὐτῷ καὶ παιδευόμενος. τὸν55

56

οὖν Φώτιον διά τινας αἰτίας ὁ βασιλεὺς τοῦ θρόνου καταγαγὼν Στέφανον τὸν ἑαυτοῦ ἀδελφὸν πατριάρχην προβάλλεται. τούτου δὲ τῶν τῇδε μεταστάντος ἀντ’ αὐτοῦ χειροτονεῖται Ἀντώνιος ὁ ἐπι‐ λεγόμενος Καυλέας. ἡ δὲ Αὐγούστα Θεοφανὼ τελευτᾷ βασιλεύ‐
5σασα ἔτη ιβʹ· ἀντ’ αὐτῆς δὲ στέφει ὁ βασιλεὺς Ζωὴν τὴν θυγα‐ τέρα Τζαούτζα, καὶ εὐλογεῖται μετ’ αὐτῆς. Ἀντωνίου δὲ τοῦ πα‐ τριάρχου τελευτήσαντος χειροτονεῖται Νικόλαος πατριάρχης, μυ‐ στικὸς χρηματίσας τοῦ βασιλέως. οὗ διὰ τὸ μὴ συνθέσθαι τῇ τοῦ βασιλέως πολυγαμίᾳ βίᾳ τοῦ θρόνου καταβιβασθέντος, χει‐
10ροτονεῖται ἀντ’ αὐτοῦ πατριάρχης Εὐθύμιος σύγκελλος, ὅν φασιν ἐκ θείας ἀποκαλύψεως τοῦτο δέξασθαι ὡς τοῦ βασιλέως βουλευο‐ μένου αἵρεσιν καὶ νόμον θεῖναι τοῦ μέχρι τριῶν μὲν ἀνδρῶν τεσ‐ σάρων δὲ γυναικῶν τὸν γάμον γίνεσθαι. στέφει οὖν ὁ βασιλεὺς [Λέοντα] τὸν υἱὸν αὑτοῦ Κωνσταντῖνον. κοιλιακῷ δὲ νοσήματι
15περιπεσὼν τελευτᾷ προχειρισάμενος Ἀλέξανδρον τὸν αὑτοῦ ἀδελφόν, πολλὰ δεηθεὶς αὐτοῦ φυλάττειν τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον. Ἀλέξανδρος οὖν ἐβασίλευσεν ἔτος αʹ καὶ ἡμέρας κθʹ σὺν Κωνσταντίνῳ υἱῷ Λέοντος· ὃς ῥομφαίᾳ θεηλάτῳ πληγεὶς αἵμα‐ τος πολλοῦ ἔκ τε τῶν ῥινῶν καὶ τῶν αἰδοίων ἐκφερομένου μετὰ
20δύο ἡμέρας κακῶς ἐτελεύτησεν, ἐάσας τὴν βασιλείαν Κωνσταν‐ τίνῳ υἱῷ Λέοντος, καὶ ἐπιτρόπους αὐτῷ καταλιπών. Κωνσταντῖνος δὲ ὁ πρῶτος πορφυρογέννητος, τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος Λέοντος παῖς ἔτι τυγχάνων (ἕβδομον γὰρ
ἦν αὐτῷ τῆς ἡλικίας ἔτος) ὑπὸ Ἀλέξανδρον θεῖον αὐτοῦ ἐν τῇ56

57

βασιλείᾳ καταλέλειπτο, ὑπὸ ἐπιτρόπους τελῶν. ἐβασίλευσεν οὖν σὺν τῇ μητρὶ αὐτοῦ Ζωῇ τῇ Καρβωνοψίνᾳ ἔτη ζʹ, ἅμα δὲ Ῥω‐ μανῷ πενθερῷ αὐτοῦ, ὢν ἐν ὑποταγῇ, ἔτη κεʹ, μονοκράτωρ ἔτη μʹ, ὡς εἶναι τὰ πάντα τῆς βασιλείας αὐτοῦ ἔτη ξεʹ. ὃς τὴν οἰ‐
5κείαν μητέρα ὡς ἐπιβουλεύουσαν Ῥωμανῷ διὰ πεφαρμαγμένων βρωμάτων φωράσας, ταύτην μὲν τοῦ παλατίου καταβιβάζει, Ῥω‐ μανὸν δὲ τὸν Λεκαπηνὸν τὸν καὶ Ἀβάστακτον τῇ τοῦ Καίσαρος ἀξίᾳ τιμᾷ, εἶτα καὶ τῷ τῆς βασιλείας αὐτὸν στέφει διαδήματι· ὃς μετ’ οὐ πολὺ τὸν βασιλέα Κωνσταντῖνον διά τινων ἐπιβουλὴν
10αὐτῷ κατασκευάζοντα μαθὼν καὶ προφάσεως λαβόμενος αὐτὸν μὲν ὑποβιβάζει καὶ δεύτερον καθιστᾷ, ἑαυτὸν δὲ ἄγει εἰς τὸ ἔμ‐ προσθεν, μετὰ ταῦτα δὲ καὶ τὸν υἱὸν αὑτοῦ Θεοφύλακτον τῷ πατριαρχικῷ θρόνῳ ἐγκαθιδρύει. ἐπὶ τῆς αὐτοῦ βασιλείας καὶ τὸ τοῦ Χριστοῦ ἅγιον ἐκμαγεῖον ἐξ Ἐδέσης ἐν Κωνσταντινουπόλει
15ἀνεκομίσθη. ἀλλ’ ὕστερον τὸν βασιλέα Ῥωμανὸν οἱ τούτου παῖ‐ δες τοῦ παλατίου καταγαγόντες ἐν τῇ Πρώτῃ νήσῳ ἐξώρισαν, ἔνθα καὶ τελευτᾷ. οὓς πάλιν ὁ τούτου γαμβρὸς Κωνσταντῖνος, μήπως καὶ κατ’ αὐτοῦ τὰ ὅμοια διαπράξωνται λογισάμενος, ἀναρπάστους τοῦ παλατίου καταγαγὼν καὶ ἐν ταῖς πλησιαζούσαις
20νήσοις περιορίσας κληρικοὺς ἀπέκειρεν, σὺν αὐτοῖς βασιλεύσας ἡμέρας μγʹ. Κωνσταντῖνος ὁ τοῦ Λέοντος υἱὸς ὁ πρῶτος πορ‐ φυρογέννητος τὰ ὕπουλα ἐκ μέσου περιελών, καὶ μόνος τὴν αὐ‐ τοκράτορα περιζωσάμενος ἀρχὴν τὸ δεύτερον, κατὰ τὸ θεῖον πά‐ σχα καὶ τῷ υἱῷ Ῥωμανῷ περιτίθησι διάδημα, Θεοφυλάκτου τοῦ
25πατριάρχου τὰς εὐχὰς τελέσαντος. εὐνούχισε δὲ καὶ Ῥωμανὸν57

58

τὸν τοῦ Στεφάνου υἱόν, ἔτι δὲ καὶ Βασίλειον τὸν ἐκ δούλης Βουλ‐ γάρας ἀποτεχθέντα Ῥωμανῷ τῷ γέροντι, Μιχαὴλ δὲ τὸν υἱὸν Χριστοφόρου τοῦ βασιλέως ἀπέκειρε κληρικόν. Θεοφύλακτος δὲ ὁ πατριάρχης ιγʹ μὲν ἐτῶν ὢν ὅτε διάκονος ἐχειροτονήθη, ιϛʹ δὲ
5ὅτε εἰς τὸν πατριαρχικὸν ἀνεβιβάσθη θρόνον, ἐπ’ ἔτη κγʹ καὶ ἡμέρας κεʹ κακῶς καὶ ἀναξίως ἀρχιερατεύσας τὸν βίον κατέλιπεν· ἀντ’ αὐτοῦ δὲ προβάλλεται ὁ μοναχὸς Πολύευκτος. ἐπὶ τῆς τού‐ του βασιλείας ἤχθη ἐξ Ἀντιοχείας καὶ ἡ τιμία χεὶρ τοῦ προδρό‐ μου καὶ τὸ λείψανον τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου. οὗτος
10οὖν ὁ βασιλεὺς Κωνσταντῖνος μονοκρατήσας, ὡς ἔφημεν, ἔτη ιεʹ νόσῳ περιπεσὼν τελευτᾷ. Μετὰ δὲ τὸν Κωνσταντῖνον ἐβασίλευσε Ῥωμανὸς ὁ τούτου υἱός, ὁ λεγόμενος παιδίον, ὃς νόσῳ περιπεσὼν ἐτελεύτησεν ἐτῶν ὑπάρχων κδʹ, βασιλεύσας ἔτη γʹ μῆνας δʹ ἡμέρας εʹ.
15 Μετὰ δὲ τὸν Ῥωμανὸν διαδέχονται τὴν βασιλείαν Βασίλειος καὶ Κωνσταντῖνος οἱ παῖδες αὐτοῦ σὺν Θεοφανοῖ τῇ μητρί, βα‐ σιλεύσαντες μῆνας εʹ σὺν Ἰωσὴφ τῷ Βρίγγα τότε παραδυνα‐ στεύοντι. Μετὰ δὲ τούτους Νικηφόρος ὁ Φωκᾶς βασιλεύει, στεφθεὶς
20παρὰ Πολυεύκτου τοῦ πατριάρχου. εἶτα καὶ τὴν Θεοφανὼ νό‐ μιμον γαμετὴν ἄγεται. ὃς καὶ μέρος τι τοῦ ἱματίου τοῦ βαπτι‐ στοῦ Ἰωάννου εἰσήγαγεν ἐν τῇ πόλει, ὅπερ εὗρεν ἐν Βερροίᾳ. ἤγαγε δὲ καὶ τὸν κέραμον τὸν ἔχοντα τὸ ἀχειρότευκτον ἐκτύπωμα
τῆς μορφῆς τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν, ὃν εὗρεν ἐν Ἱεραπόλει,58

59

ταύτην πεπορθηκώς, καὶ τῶν τριχῶν τοῦ βαπτιστοῦ Ἰωάννου βό‐ στρυχον ἕνα πεπιλημένον αἵματι. οὗτος βασιλεύσας ἔτη ϛʹ φο‐ νεύεται ἐν τῷ παλατίῳ βουλῇ τῆς βασιλίσσης Θεοφανοῦς παρὰ τοῦ Τζιμισκῆ καὶ τῶν αὐτοῦ συνωμοτῶν.
5 Μετὰ δὲ τοῦτον βασιλεύει Ἰωάννης ὁ Τζιμισκῆς, συμβασι‐ λεύοντας ἔχων αὐτῷ Βασίλειον καὶ Κωνσταντῖνον τοὺς υἱοὺς Ῥω‐ μανοῦ. ἄγεται δὲ γυναῖκα Θεοδώραν τὴν ἀδελφὴν Ῥωμανοῦ, θυ‐ γατέρα δὲ τοῦ πορφυρογεννήτου Κωνσταντίνου. στέφεται δὲ τῷ τῆς βασιλείας διαδήματι παρὰ Πολυεύκτου πατριάρχου, πρότε‐
10ρον αὐτῷ πεισθεὶς καὶ τοὺς Νικηφόρου αὐτόχειρας ἐκ μέσου ποιήσας, καὶ τὴν Θεοφανὼ τοῦ παλατίου καταβιβάσας καὶ ἐξο‐ ρίσας, καὶ τὸν τόμον διαρρήξας ὃν ἐπὶ συγχύσει τῶν ἐκκλησια‐ στικῶν ὁ Φωκᾶς Νικηφόρος ἐξέθετο. μετὰ δὲ τὴν τούτου ἀνα‐ γόρευσιν λεʹ μόνας ἡμέρας ὁ Πολύευκτος ἐπιβιοὺς κατέλυσε τὴν
15ζωήν, καὶ προχειρίζεται ἀντ’ αὐτοῦ πατριάρχης Βασίλειος ὁ Σκα‐ μανδρηνός, ὃς ἐπ’ αἰτίαις τισὶ διαβληθεὶς συνοδικῶς καθῃρέθη. προεβλήθη δὲ ἀντ’ αὐτοῦ Ἀντώνιος ὁ Στουδίτης. ὁ δὲ Τζιμισκῆς βασιλεύσας ἔτη ϛʹ καὶ ἡμέρας λʹ, φαρμάκῳ κατεργασθεὶς παρὰ Βασιλείου τοῦ παρακοιμωμένου, θνήσκει διαδόχους καταλιπὼν
20Βασίλειον καὶ Κωνσταντῖνον τοὺς παῖδας Ῥωμανοῦ. Μετὰ οὖν τὸν Τζιμισκῆ κρατοῦσι τῆς βασιλείας Βασίλειος καὶ Κωνσταντῖνος ὁ πορφυρογέννητος ἔτη γʹ, ὧν ὁ μὲν Βασίλειος τὸν κʹ ἤνυε τῆς ἡλικίας χρόνον, τὸν ιζʹ δὲ ὁ Κωνσταντῖνος. διὸ
καὶ τὸ τῆς βασιλείας ὄνομα μόνον τούτων ἐχόντων πᾶσαν τὴν τῶν59

60

πραγμάτων μεταχείρησιν Βασίλειος ὁ παρακοιμώμενος ἐνήργει, ὃς ἅμα καὶ τὴν τούτων μητέρα πέμψας ἀπὸ τῆς ὑπερορίας ἄγει εἰς τὰ βασίλεια. Νικολάου δὲ τοῦ Χρυσοβέργη ἐπὶ χρόνους ιβʹ καὶ μῆνας ηʹ τὴν ἐκκλησίαν ἰθύναντος καὶ λύσαντος τὴν ζωήν, χει‐
5ροτονεῖται Σισίννιος μάγιστρος, ἀνὴρ ἐλλόγιμος καὶ ἰατρικῆς καὶ νομικῆς τέχνης ἥκων εἰς τὸ ἀκρότατον. καὶ οὗτος δὲ ἐπὶ τρεῖς μόνους ἐνιαυτοὺς τὴν ἐκκλησίαν ποιμάνας ἐξέστη τῆς ζωῆς, καὶ προεβλήθη Σέργιος, ἡγούμενος ὢν τῆς μονῆς τοῦ Μανουὴλ καὶ τὸ γένος ἀναφέρων εἰς Φώτιον τὸν πατριάρχην, ὃς ἐπὶ κʹ ὅλους
10ἐνιαυτοὺς τὴν τοῦ θεοῦ ποιμάνας ἐκκλησίαν πρὸς κύριον ἐξεδή‐ μησε, καὶ προεβλήθη πατριάρχης Εὐστάθιος, πρῶτος ὢν τῶν πρεσβυτέρων τοῦ ἐν βασιλείοις ναοῦ. ἀνεκαίνισε δὲ ὁ βασιλεὺς Βασίλειος καὶ τὸν ἀγωγὸν Οὐάλεντος τοῦ βασιλέως, ὡς ἂν ἔχοιεν οἱ ἐν τῷ Βυζαντίῳ ἀφθονίαν ὕδατος. οὗτος αἰφνιδίῳ νόσῳ λη‐
15φθεὶς ἀπεβίω, πρό τινων ἡμερῶν τῆς αὐτοῦ τελευτῆς καὶ Εὐστα‐ θίου τοῦ πατριάρχου ἀποθανόντος, οὗ διάδοχον ὁ βασιλεὺς Ἀλέ‐ ξιον μοναχὸν ἐποιήσατο ἐκκλησιάρχην ὄντα ἐν τῇ τοῦ Στουδίου μονῇ. τοῦ οὖν βασιλέως Βασιλείου τελευτήσαντος καὶ ἐν τῷ κατὰ τὸ Ἕβδομον ναῷ τοῦ εὐαγγελιστοῦ καὶ θεολόγου ταφέντος, ὁ
20τούτου ἀδελφὸς Κωνσταντῖνος μόνος τὸ τῆς βασιλείας ἀνεδήσατο κράτος· ὃς ζήσας μὲν τὸν ἅπαντα τῆς ζωῆς αὐτοῦ χρόνον οʹ ἔτη, ἐπὶ τρεῖς δὲ ἑνὸς δέοντος μηνὸς αὐτοκράτωρ γεγονώς, αἰφνιδίῳ νόσῳ ληφθεὶς καὶ παρὰ τῶν ἰατρῶν ἀπαγορευθεὶς ἀντ’ αὐτοῦ βα‐
σιλέα προχειρίζεται Ῥωμανὸν τὸν Ἀργυρόν, συζεύξας πρότερον60

61

αὐτῷ τὴν ἰδίαν θυγατέρα Ζωήν, ὡς τῆς αὐτοῦ γυναικὸς ἑκου‐ σίως τὴν τρίχα κειραμένης διὰ τὸ κινδυνεύειν τὸν αὐτῆς ἄνδρα Ῥωμανὸν πηρωθῆναι παρὰ τοῦ βασιλέως, καὶ διὰ τοῦτο σὺν τῇ ὄψει καὶ τὴν βασιλείαν τῷ συζύγῳ χαρισαμένης. οὕτως παρὰ
5πᾶσαν ἐλπίδα τὸν τῆς πηρώσεως κίνδυνον διαδρὰς ὁ βασιλεὺς Ῥωμανὸς αὐτοκράτωρ ἅμα Ζωῇ τῇ τοῦ Κωνσταντίνου ἀναγορεύε‐ ται θυγατρί, οὐκ ὀλίγας ἀγαθουργίας ἅμα τῷ βασιλεῦσαι ποιή‐ σας. ἐξέκοψε δὲ καὶ τὸ ἀλληλέγγυον, ὃ παρὰ Βασιλείου τυπω‐ θὲν ἐμελέτα μὲν ὁ Κωνσταντῖνος ἐκκόψαι, οὐκ ἔφθασε δέ. ἐπὶ
10τῆς τούτου βασιλείας καὶ Γεώργιος ὁ Μανιάκης τὴν Ἔδεσαν ἑλών, ἐν ταύτῃ εὑρὼν τὴν πρὸς Αὔγαρον πεμφθεῖσαν ἰδιόγραφον ἐπι‐ στολὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ βασιλεῖ Ῥωμανῷ ἐν Βυζαντίῳ ἀπέστειλεν. οὕτως νόσῳ χρονίᾳ βάλλεται καὶ τριχορ‐ ρυεῖ γένυν τε καὶ τὴν κόμην, κατεργασθείς, ὥς φασιν, ὑπὸ
15Ἰωάννου ὀρφανοτρόφου· πρὸς γὰρ τὸν τούτου ἀδελφὸν Μιχαὴλ ἔρωτα δαιμονιώδη σχοῦσα ἡ βασιλὶς Ζωή, καὶ τούτῳ κρυφίως συμμιγνυμένη, τὸν βασιλέα φαρμάκοις οὐκ ὠκυμόροις ἀλλὰ σχο‐ λαιότατον καὶ βραδὺν ἐπάγουσι θάνατον κατειργάσατο· ὃς κατὰ τὴν μεγάλην πέμπτην κατὰ τὸ ἐν τῷ μεγάλῳ παλατίῳ βαλανεῖον
20λουόμενος ὑπὸ τῶν περὶ τὸν Μιχαὴλ τῇ κολυμβήθρᾳ τοῦ λουτροῦ οἰκτρῶς ἀπεπνίγη, βασιλεύσας ἔτη εʹ καὶ μῆνας ϛʹ. θάπτεται δὲ ἐν αὐτῇ τῇ παρ’ αὐτοῦ νεουργηθείσῃ τῆς Περιβλέπτου μονῇ
κατ’ αὐτὴν τὴν ἁγίαν μεγάλην παρασκευήν.61

62

Ἡ Ζωὴ δὲ τὸν Παφλαγόνα Μιχαὴλ ἐπὶ τὸν βασίλειον ἱδρύ‐ σασα θρόνον ᾠήθη μὲν ἀντὶ ἀνδρὸς καὶ βασιλέως δοῦλον καὶ διά‐ κονον ἕξειν, ἀπέβη δὲ ταύτῃ πάντα εἰς τοὐναντίον. ὁ δὲ βασιλεὺς δαίμονι ληφθεὶς καὶ ὑπὸ τούτου κατατεινόμενος, καὶ πάντα ποιῶν
5ὥστε ἐλευθερίαν τούτου εὑρεῖν, οὐδὲν ὤνησεν· μᾶλλον γὰρ ἐπε‐ τείνετο τὸ κακὸν συνεπιλαμβανομένης καὶ νόσου ὑδερικῆς. τῇ οὖν κατεχούσῃ νόσῳ ἐκτρυχωθεὶς καὶ πάντοθεν τῆς οἰκείας ἀπο‐ γνοὺς σωτηρίας ἀποκείρεται παρὰ τοῦ μοναχοῦ Κοσμᾶ τοῦ Τζιν‐ τζιλουκίου, ὃς διὰ παντὸς συνῆν αὐτῷ καὶ ἐνουθέτει τὰ δέοντα,
10καὶ θνήσκει ἐν μετανοίᾳ καὶ ἐξομολογήσει, τὴν εἰς τὸν βασιλέα Ῥωμανὸν ἁμαρτίαν ἀποκλαιόμενος, βασιλεύσας ἔτη ζʹ καὶ μῆ‐ νας ηʹ. Τοῦ δὲ Παφλαγόνος Μιχαὴλ θανόντος τὸ πᾶν κράτος περιέ‐ στη εἰς κληρονόμον τὴν βασιλίδα Ζωήν, ἣ τὸν τοῦ βασιλέως ἀνε‐
15ψιὸν καὶ ὁμώνυμον, Καίσαρα ὄντα καὶ δραστήριον δοκοῦντα καὶ περὶ τὰ πράγματα δεξιόν, ὅρκοις πρότερον φρικωδεστάτοις κατα‐ λαβοῦσα ὡς κυρίαν αὐτὴν ἕξει διὰ βίου καὶ δέσποιναν καὶ μητέρα, εἰσποιητὸν προσλαμβάνει υἱὸν καὶ βασιλέα Ῥωμαίων ἀναγορεύει· ὃς τὰς πρὸς αὐτὴν ἀθετήσας συνθήκας, καὶ διὰ τοῦτο μισηθεὶς
20παρὰ παντὸς τοῦ πλήθους τῆς πόλεως, καὶ τὴν τοῦ δήμου ἀκα‐ τάσχετον δειλιάσας κίνησιν, φυγὰς ᾤχετο εἰς τὴν τοῦ Στουδίου μονήν, καὶ εὐθὺς τὸ μοναχικὸν περιβάλλεται σχῆμα. ἀλλ’ οὐκ ἀπέδρα· τὸ γὰρ πλῆθος τοῦ λαοῦ κινηθὲν καὶ τοῦτον τῆς μονῆς
ἀφαρπάσαν ἄγουσι κατὰ τὸν τόπον τὸν λεγόμενον Σίγμα καὶ εὐθὺς62

63

ἐκτυφλοῦσι. τυφλωθεὶς οὖν ἐξορίζεται εἰς τὴν μονὴν τῶν Ἐλε‐ γμῶν, βασιλεύσας μῆνας δ’ καὶ ἡμέρας εʹ. Τῆς οὖν ἀρχῆς πάλιν εἰς τὴν Ζωὴν μετακυλισθείσης, συμ‐ βασιλεύουσαν ἔχουσαν καὶ τὴν ἀδελφὴν Θεοδώραν, μεταστέλλε‐
5ται ἀπὸ τῆς ἐξορίας Κωνσταντῖνος ὁ Μονομάχος, ᾧ καὶ συνά‐ πτεται εἰς κοινωνίαν γάμου ἡ βασιλίς, τῆς ἱερολογίας γενομένης παρὰ τοῦ πρώτου τῶν πρεσβυτέρων τῆς Νέας. στέφεται δὲ τῇ ἐπαύριον παρὰ τοῦ πατριάρχου Ἀλεξίου, ὃς ἐπὶ τῆς τούτου βασι‐ λείας θνήσκει. ἀνάγεται δὲ εἰς τὸν θρόνον Μιχαὴλ ὁ Κηρουλά‐
10ριος κατὰ τὴν ἡμέραν τοῦ εὐαγγελισμοῦ. ὁ δὲ βασιλεὺς τῇ συνή‐ θει νόσῳ τῆς ποδαλγίας κατάσχετος γεγονώς, ἐπακολουθήσαντος καὶ ἑτέρου συμπτώματος, ἐν τῇ παρ’ αὐτοῦ νεουργηθείσῃ μονῇ τῶν Μαγγάνων κείμενος θνήσκει, καὶ ἐν αὐτῇ θάπτεται βασι‐ λεύσας ἔτη ιγʹ, καὶ τῆς Ζωῆς ἤδη προτελευτησάσης.
15 Τούτου δὲ τελευτήσαντος Θεοδώρα ἡ πορφυρογέννητος τὴν προγονικὴν βασιλείαν ἀναδέχεται, καὶ ἔτη βʹ καὶ μῆνας ζʹ βασι‐ λεύσασα εἰλεοῦ νοσήματι περιπεσοῦσα θνήσκει. Οἱ δὲ ταύτης εὐνοῦχοι σὺν τῷ συγκέλλῳ Λέοντι, ἔτι ταύ‐ της ψυχορραγούσης, ἀνάγουσιν εἰς τὸν βασίλειον θρόνον Μιχαὴλ
20πατρίκιον τὸν Στρατιωτικόν, ὃς ἔτος αʹ βασιλεύσας καὶ ἄκων τῆς βασιλείας τῷ Κομνηνῷ ὑπεξίσταται. Ὁ οὖν Κομνηνὸς Ἰσαάκιος τὴν βασιλείαν ἀναζωσάμενος αὐ‐ τίκα τῷ βασιλικῷ νομίσματι ξιφηφόρος διαχαράττεται, οἷα μὴ
τῷ θεῷ τὸ πᾶν ἐπιγράφων ἀλλὰ τῇ ἰδίᾳ ἰσχύϊ καὶ τῇ περὶ πολέ‐63

64

μους ἐμπειρίᾳ. ἤγαγε δὲ καὶ τὴν ἑαυτοῦ γυναῖκα Αἰκατερίναν ἐκ τῆς ἀνατολῆς, καὶ ταύτην ἀνηγόρευσεν. ἐπεὶ δὲ καὶ ὁ πατριάρ‐ χης Μιχαὴλ ὁ Κηρουλάριος ἀπεβίω, προχειρίζεται ἀντ’ αὐτοῦ πατριάρχης ὁ Λεικούδης Κωνσταντῖνος. ὁ δὲ βασιλεὺς εἰς κυ‐
5νήγιον ἐξελθὼν καὶ φωτὶ ἀστραπηβόλῳ βληθεὶς τοῦ ἵππου τε ἀπε‐ σφαιρίσθη καὶ πρὸς τῇ γῇ ἀφρίζων ἐκυλίετο. γνωσιμαχήσας οὖν ἐφ’ ἡμέρας τινάς, εἴ πως ἀνεθείη τῆς νόσου, ἐπείπερ ἔγνω κατ’ ἄκρας ταύτῃ ἁλούς, τὴν βασιλείαν ἀποθέμενος τὴν τοῦ Στουδίου καταλαμβάνει μονὴν καὶ τὸν μοναχικὸν ἀσπάζεται βίον, πολλὰ
10καὶ τῆς Αὐγούστης Αἰκατερίνης συμβαλλομένης αὐτῷ πρὸς τὸ προκείμενον, βασιλεύσας μὲν ἔτη βʹ καὶ μῆνας γʹ, ἐπιζήσας δὲ τούτων ἐλάττονα τῷ μοναχικῷ, πᾶσαν ὑπακοὴν πρὸς τὸν ἐν τῇ μονῇ ἡγεμονεύοντα ἐνδεικνύμενος, ὡς καὶ θυρωρὸς γενέσθαι καὶ ταῖς ἄλλαις ὑπηρετῆσαι διακονίαις διὰ πολλὴν μετριοφροσύνην
15καταδεξάμενος. προχειρίζεται δὲ ἀντ’ αὐτοῦ εἰς βασιλέα Κων‐ σταντῖνον τὸν Δοῦκαν. Μετὰ δὲ τὸν Κομνηνὸν Κωνσταντῖνος ὁ Δοῦκας ἀναιμωτὶ δίχα πραγμάτων καὶ ταραχῆς τῶν σκήπτρων ἐπιλαμβάνεται. τοῦ δὲ πατριάρχου Κωνσταντίνου τοῦ Λεικούδη θανόντος Ἰωάννης
20μοναχὸς ὁ ἐπίκλην Ξιφιλῖνος προχειρίζεται. τῷ δὲ βασιλεῖ νόσος ἐνσκήψασα οὐ μικρῶς αὐτὸν κατέτρυχεν. ὡς δὲ ἔγνω ἤδη τέλεον τῇ νόσῳ κατεργασθείς, τοὺς ἐξ Εὐδοκίας τῆς βασιλίσσης αὐτοῦ τρεῖς παῖδας Μιχαὴλ Ἀνδρόνικον καὶ Κωνσταντῖνον, ἐξ ὧν πορ‐ φυρογέννητος ἦν ὁ Κωνσταντῖνος, πάντας βασιλεῖς ἀνηγόρευσε,
25Καίσαρα δὲ τὸν αὐτοῦ ἀδελφὸν Ἰωάννην. ἦσαν δὲ αὐτῷ καὶ θυ‐64

65

γατέρες τρεῖς, Ἄννα τε καὶ Θεοδώρα καὶ Ζωή. μέλλων δὲ τε‐ λευτᾶν, ἔγγραφον ἀπῄτησεν ἐκ πάντων ὡς οὐκ ἄν ποτε παρὰ τοὺς αὐτοῦ παῖδας βασιλέα ἕτερον δέξαιντο· ἐν ᾧ καθυπέγραψαν ἅπαντες. ἀλλὰ μὴν καὶ ἡ βασιλὶς Εὐδοκία, ὡς οὐκ ἂν οὐδὲ
5αὐτὴ πρὸς δεύτερον ἐλεύσεται συνοικέσιον. ὃ καὶ ἀπαρτισθὲν τῷ πατριάρχῃ φυλάττειν δεδώκασι. τελευτᾷ οὖν ὁ βασιλεὺς ἐτῶν ὢν ξʹ καὶ μικρόν τι πρός, βασιλεύσας χρόνους ζʹ καὶ ἥμισυν, ταφεὶς εἰς τὸ Μολιβωτόν. Κατέσχον οὖν τὰ σκῆπτρα τῆς βασιλείας ἥ τε σύζυγος αὐ‐
10τοῦ Εὐδοκία καὶ οἱ παῖδες. σὺν τούτοις οὖν μῆνας ζʹ καὶ μικρόν τι πρὸς βασιλεύσασα ἀνάγει τὸν Ῥωμανὸν Διογένην εἰς τὰ βασί‐ λεια, καὶ τούτῳ προσζεύγνυται, καὶ βασιλέα εὐθὺς ἀναγορεύει. Τὴν οὖν βασιλείαν ὁ Διογένης λαβών, εἶθ’ ὕστερον ἐπι‐ βουλευθεὶς παρὰ τῶν οἰκείων ἐκτυφλοῦται, καὶ οὕτως θνήσκει,
15καὶ ἐν τῇ νήσῳ Πρώτῃ θάπτεται, βασιλεύσας ἔτη γʹ καὶ μῆνας ηʹ. Διεδέξατο τὴν βασιλείαν ὁ τοῦ Δούκα υἱὸς Μιχαὴλ ὁ λε‐ γόμενος Παραπινάκης. τοῦ δὲ πατριάρχου Ἰωάννου τοῦ Ξιφι‐ λίνου κοιμηθέντος, ὁ βασιλεὺς ἕτερόν τινα προεχειρίσατο Κοσμᾶν μοναχόν, τῆς ἁγίας μὲν πόλεως ἀφικόμενον, μεγίστῃ δὲ τιμῇ διὰ
20τὴν αὐτοῦ ἀρετὴν παρὰ βασιλεῖ τιμώμενον. οἱ δὲ πολῖται διὰ τὸ τὸν Βοτανειάτην ἐξ ἀνατολῆς ἤδη ἀναγορευθῆναι τά τε ἀνά‐ κτορα κατασχόντες καὶ φύλακας αὐτοῖς ἐπιστήσαντες, καὶ τὸν βασιλεύοντα Μιχαὴλ καθαιρήσαντες πρὸς τὴν τοῦ Στουδίου μο‐ νὴν παραπέμπουσιν μετ’ εὐτελοῦς ὑποζυγίου σὺν τῇ Αὐγούστῃ
25Μαρίᾳ τῇ ἐξ Ἀλανῶν καὶ τῷ τούτου παιδὶ Κωνσταντίνῳ τῷ πορ‐65

66

φυρογεννήτῳ, καὶ πρὸς τὸν μονήρη μεταλλάττουσι βίον κατὰ τὸ σάββατον τοῦ ἁγίου Λαζάρου, βασιλεύσαντα χρόνους ζʹ. Οὕτως οὖν ὁ Βοτανειάτης Νικηφόρος παρὰ πᾶσαν προσδο‐ κίαν ἀναίμακτον ἀπέλαβε τὴν αὐτοκράτορα ἀρχὴν κατ’ αὐτὴν τὴν
5μεγάλην τρίτην, καὶ ταῖς τοῦ πατριάρχου χερσὶν τῷ βασιλικῷ ταινιοῦται διαδήματι, καὶ γυναικὶ συζεύγνυται τῇ ἐξ Ἀλαμανῶν Μαρίᾳ, τῇ τοῦ Μιχαὴλ συμβίῳ. ἐβασίλευσε δὲ ἔτη γʹ. Ἀλέξιος ὁ Κομνηνὸς ἐβασίλευσεν ἔτη λζʹ μῆνας δʹ, Ἰωάννης ὁ τούτου υἱὸς ἔτη κδʹ, Μανουὴλ ὁ τούτου υἱὸς ἔτη ληʹ, Ἀλέξιος
10ὁ τούτου υἱὸς μειράκιον ἔτος αʹ. Τοῦτον φονεύσας Ἀνδρόνικος ὁ πρὸς πατρὸς θεῖος αὐτοῦ ἐτυράννησεν ἔτη γʹ. τοῦτον φονεύσας ὁ ἀνεψιὸς αὐτοῦ Ἰσαάκιος ὁ Ἄγγελος ἐκράτησεν ἔτη θʹ. τοῦτον ἐκτυφλώσας ὁ ἴδιος ἀδελ‐ φὸς Ἀλέξιος ἐκράτησε καὶ αὐτὸς ἔτη θʹ. τοῦτον ἐκδιώξας τῆς
15βασιλείας καὶ Κωνσταντινουπόλεως ὁ ἀνεψιὸς Ἀλέξιος μειράκιον ὤν, ὁ υἱὸς αὐτοῦ Ἰσαακίου, ἐκράτησε μῆνας ϛʹ. τοῦτον φο‐ νεύσας ὁ ἐξάδελφος Ἀλέξιος ὁ Δοῦκας, ὁ καὶ Μούρτζουφλος, ἐκράτησε μῆνας βʹ. φεῦ, καὶ ταῦτα Χριστιανοὶ Χριστιανούς. καὶ πῶς ἔμελλεν ἐφησυχάσαι ἡ δίκη καὶ μὴ παραδοῦναι ἡμᾶς εἰς αἰχμα‐
20λωσίαν καὶ ἐξολόθρευσιν; ὃ καὶ γέγονε, καὶ ἡ περίβλεπτος Κωνσταν‐
τίνου διὰ τὰς τοιαύτας ἀνοσιουργίας παρεδόθη τοῖς Ἰταλοῖς.66